Τρίτη, 24 Ιανουαρίου 2012

Καλλίμαχου ύμνοι - Εις Δία

Ζηνός έοι τί κεν άλλο παρά σπονδήσιν αείδειν
λώϊον ή θεόν αυτόν, αεί μέγαν, αιέν άνακτα,
Πηλαγόνων ελατήρα, δικασπόλον Ουρανίδησι;
πώς καί νιν, Δικταίον αείσομεν ηέ Λυκαίον;
εν δοιή μάλα θυμός, επεί γένος αμφήριστον.
Ζεύ, σέ μέν 'Ιδαίοισιν εν ούρεσί φασι γενέσθαι,
Ζεύ, σέ δ' εν 'Αρκαδίη: πότεροι, πάτερ, εψεύσαντο;
‘Κρήτες αεί ψεύσται’: καί γάρ τάφον, ώ άνα, σείο
Κρήτες ετεκτήναντο: σύ δ' ου θάνες, εσσί γάρ αιεί.
εν δέ σε Παρρασίη `Ρείη τέκεν, ήχι μάλιστα
έσκεν όρος θάμνοισι περισκεπές: ένθεν ο χώρος
ιερός, ουδέ τί μιν κεχρημένον Ειλειθυίης
ερπετόν ουδέ γυνή επιμίσγεται, αλλά ε `Ρείης
ωγύγιον καλέουσι λεχώιον 'Απιδανήες.
ένθα σ' επεί μήτηρ μεγάλων απεθήκατο κόλπων,
αυτίκα δίζητο ρόον ύδατος, ώ κε τόκοιο
λύματα χυτλώσαιτο, τεόν δ' ενί χρώτα λοέσσαι.
Λάδων αλλ' ούπω μέγας έρρεεν ουδ' 'Ερύμανθος,
λευκότατος ποταμών, έτι δ' άβροχος ήεν άπασα
'Αζηνίς: μέλλεν δέ μάλ' εύυδρος καλέεσθαι
αύτις: επεί τημόσδε, `Ρέη ότε λύσατο μίτρην,
ή πολλάς εφύπερθε σαρωνίδας υγρός 'Ιάων
ήειρεν, πολλάς δέ Μέλας ώκχησεν αμάξας,
πολλά δέ Καρίωνος άνω διερού περ εόντος
ιλυούς εβάλοντο κινώπετα, νίσσετο δ' ανήρ
πεζός υπέρ Κράθίν τε πολύστιόν τε Μετώπην
διψαλέος: τό δέ πολλόν ύδωρ υπό ποσσίν έκειτο.
καί ρ' υπ' αμηχανίης σχομένη φάτο πότνια `Ρείη:
‘Γαία φίλη, τέκε καί σύ: τεαί δ' ωδίνες ελαφραί.’
είπε καί αντανύσασα θεή μέγαν υψόθι πήχυν
πλήξεν όρος σκήπτρω: τό δέ οι δίχα πουλύ διέστη,
εκ δ' έχεεν μέγα χεύμα: τόθι χρόα φαιδρύνασα,
ώνα, τεόν σπείρωσε, Νέδη δέ σε δώκε κομίσσαι
κευθμόν έσω Κρηταίον, ίνα κρύφα παιδεύοιο,
πρεσβυτάτη Νυμφέων, αί μιν τότε μαιώσαντο,
πρωτίστη γενεή μετά γε Στύγα τε Φιλύρην τε.
ουδ' αλίην απέτεισε θεή χάριν, αλλά τό χεύμα
κείνο Νέδην ονόμηνε: τό μέν ποθι πολύ κατ' αυτό
Καυκώνων πτολίεθρον, ό Λέπρειον πεφάτισται,
συμφέρεται Νηρήι, παλαιότατον δέ μιν ύδωρ
υιωνοί πίνουσι Λυκαονίης άρκτοιο.
εύτε Θενάς απέλειπεν επί Κνωσοίο φέρουσα,
Ζεύ πάτερ, η Νύμφη σε (Θεναί δ' έσαν εγγύθι Κνωσού),
τουτάκι τοι πέσε, δαίμον, άπ' ομφαλός: ένθεν εκείνο
'Ομφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
Ζεύ, σέ δέ Κυρβάντων ετάραι προσεπηχύναντο
Δικταίαι Μελίαι, σέ δ' εκοίμισεν 'Αδρήστεια
λίκνω ενί χρυσέω, σύ δ' εθήσαο πίονα μαζόν
αιγός 'Αμαλθείης, επί δέ γλυκύ κηρίον έβρως.
γέντο γάρ εξαπιναία Πανακρίδος έργα μελίσσης
'Ιδαίοις εν όρεσσι, τά τε κλείουσι Πάνακρα.
ούλα δέ Κούρητές σε περί πρύλιν ωρχήσαντο
τεύχεα πεπλήγοντες, ίνα Κρόνος ούασιν ηχήν
ασπίδος εισαΐοι καί μή σεο κουρίζοντος.
καλά μέν ηέξευ, καλά δ' έτραφες, ουράνιε Ζεύ,
οξύ δ' ανήβησας, ταχινοί δέ τοι ήλθον ίουλοι.
αλλ' έτι παιδνός εών εφράσσαο πάντα τέλεια:
τώ τοι καί γνωτοί προτερηγενέες περ εόντες
ουρανόν ουκ εμέγηραν έχειν επιδαίσιον οίκον.
δηναιοί δ' ου πάμπαν αληθέες ήσαν αοιδοί:
φάντο πάλον Κρονίδησι διάτριχα δώματα νείμαι:
τίς δέ κ' επ' Ουλύμπω τε καί ''Αϊδι κλήρον ερύσσαι,
ός μάλα μή νενίηλος; επ' ισαίη γάρ έοικε
πήλασθαι: τά δέ τόσσον όσον διά πλείστον έχουσι.
ψευδοίμην, αίοντος ά κεν πεπίθοιεν ακουήν.
ού σε θεών εσσήνα πάλοι θέσαν, έργα δέ χειρών,
σή τε βίη τό τε κάρτος, ό καί πέλας είσαο δίφρου.
θήκαο δ' οιωνών μέγ' υπείροχον αγγελιώτην
σών τεράων: ά τ' εμοίσι φίλοις ενδέξια φαίνοις.
είλεο δ' αιζηών ό τι φέρτατον: ου σύ γε νηών
εμπεράμους, ουκ άνδρα σακέσπαλον, ου μέν αοιδόν:
αλλά τά μέν μακάρεσσιν ολίζοσιν αύθι παρήκας
άλλα μέλειν ετέροισι, σύ δ' εξέλεο πτολιάρχους
αυτούς, ών υπό χείρα γεωμόρος, ών ίδρις αιχμής,
ών ερέτης, ών πάντα: τί δ' ου κρατέοντος υπ' ισχύν;
αυτίκα χαλκήας μέν υδείομεν `Ηφαίστοιο,
τευχηστάς δ' ''Αρηος, επακτήρας δέ Χιτώνης
'Αρτέμιδος, Φοίβου δέ λύρης εύ ειδότας οίμους:
‘εκ δέ Διός βασιλήες’, επεί Διός ουδέν ανάκτων
θειότερον: τώ καί σφε τεήν εκρίναο λάξιν.
δώκας δέ πτολίεθρα φυλασσέμεν, ίζεο δ' αυτός
άκρησ' εν πολίεσσιν, επόψιος οί τε δίκησι
λαόν υπό σκολιήσ' οί τ' έμπαλιν ιθύνουσιν:
εν δέ ρυηφενίην έβαλές σφισιν, εν δ' άλις όλβον:
πάσι μέν, ου μάλα δ' ίσον. έοικε δέ τεκμήρασθαι
ημετέρω μεδέοντι: περιπρό γάρ ευρύ βέβηκεν.
εσπέριος κείνός γε τελεί τά κεν ήρι νοήση:
εσπέριος τά μέγιστα, τά μείονα δ', εύτε νοήση.
οι δέ τά μέν πλειώνι, τά δ' ουχ ενί, τών δ' από πάμπαν
αυτός άνην εκόλουσας, ενέκλασσας δέ μενοινήν.
χαίρε μέγα, Κρονίδη πανυπέρτατε, δώτορ εάων,
δώτορ απημονίης. τεά δ' έργματα τίς κεν αείδοι;
ου γένετ', ουκ έσται: τίς κεν Διός έργματ' αείσει;
χαίρε, πάτερ, χαίρ' αύθι: δίδου δ' αρετήν τ' άφενός τε.
ούτ' αρετής άτερ όλβος επίσταται άνδρας αέξειν
ούτ' αρετή αφένοιο: δίδου δ' αρετήν τε καί όλβον.
Blog Widget by LinkWithin

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου