Πέμπτη, 26 Ιανουαρίου 2012

Αριστόνοος - 'Απόλλωνι Πυθίωι τόν ύμνον



Πυθίαν ιερόκτιτον
ναίων Δελφίδ' αμφί πέτραν
αεί θεσπιόμαντιν έδραν, ιή ιέ Παιάν,
''Απολλον, Κοίου τε κόρας
Λατούς σεμνόν άγαλμα καί
Ζηνός υψίστου μακάρων
βουλαίς, ώ ιέ Παιάν.
''Ενθ' από τριπόδων θεοκτήτων, χλ[ω]ρότομον δάφναν
σείων, μαντοσύναν εποιχνείς, ιή ιέ Παιάν,
φρικώεντος εξ αδύτου
μελλόντων θέμιν ευσεβή
χρησμοίς ευφθόγγου τε λύρας
αυδαίς, ώ ιέ Παιάν.
`Αγνισθείς ενί Τέμπεσιν
βουλαίς Ζηνός υπειρόχου,
επεί Παλλάς έπεμψε Πυθώδ', [ιή] ιέ Παιάν,
πείσας Γαίαν ανθοτρόφον
Θέμιν τ' ευπλόκαμον θεάν
[αι]έν ευλιβάνους έδρας
έχεις, ώ ιέ Παιάν.
''Οθεν Τριτογενή προναίαν εμ μαντείοις α[γί]οις
σέβων αθανάτοις αμοι[β]αίς, ιή ιέ Παιάν,
χάριν παλαιάν χαρίτων
τάν τότ' αϊδίους έχων
μνήμας, υψίστα<ι>ς εφέπεις
τιμαίς, ώ ιέ Παιάν.
Δωρούντ[αι] δέ σ' αθάνατοι,
Ποσειδών αγνοίς δαπέδοις,
Νύμφαι Κωρυκίοισιν άντροις, ιή ιέ Παιάν,
τριετέσιν φαναίς Βρόμιος,
σεμνά δ' ''Αρτεμις ευπόνοις
κυνών εμ φυλακαίς έχει
τόπους, ών ιέ Παιάν.
'Αλλ' ώ Παρνασσού γυάλων
ευδρόσοισι Κασταλίας
να[ς]μοίς σόν δέμας εξαβρύνων, ιή ιέ Παιάν,
χαρείς ύμνοις ημετέροις,
όλβον εξ οσίων διδούς
αεί καί σώζων εφέποις
ημάς, ώ ιέ Παιάν.

Blog Widget by LinkWithin

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου