Πέμπτη, 26 Ιανουαρίου 2012

Ανακρέων


γουνούμαί σ' ελαφηβόλε
ξανθή παί Διός αγρίων
δέσποιν' ''Αρτεμι θηρών:
ή κου νύν επί Ληθαίου
δίνηισι θρασυκαρδίων
ανδρών εσκατοράις πόλιν
χαίρουσ', ου γάρ ανημέρους
ποιμαίνεις πολιήτας.
ούτος δηύτ' 'Ιηλυσίους
τίλλει τούς κυανάσπιδας.
σινάμωροι πολεμίζουσι θυρωρώι
<ο> Μεγιστής δ' ο φιλόφρων δέκα δή μήνες επεί τε
στεφανούταί τε λύγωι καί τρύγα πίνει μελιηδέα.
μυθιήται
δ' ανά νήσον ώ Μεγιστή
διέπουσιν ιρόν άστυ,
καί μ' επίβωτον
κατά γείτονας ποήσεις.
άγε δή φέρ' ημίν ώ παί
κελέβην, όκως άμυστιν
προπίω, τά μέν δέκ' εγχέας
ύδατος, τά πέντε δ' οίνου
κυάθους ως άν υβριστιώς
ανά δηύτε βασσαρήσω.
άγε δηύτε μηκέτ' ούτω
πατάγωι τε καλαλητώι
Σκυθικήν πόσιν παρ' οίνωι
μελετώμεν, αλλά καλοίς
υποπίνοντες εν ύμνοις.
ώναξ, ώι δαμάλης ''Ερως
καί Νύμφαι κυανώπιδες
πορφυρή τ' 'Αφροδίτη
συμπαίζουσιν, επιστρέφεαι
δ' υψηλάς ορέων κορυφάς:
γουνούμαί σε, σύ δ' ευμενής
έλθ' ημίν, κεχαρισμένης
δ' ευχωλής επακούειν:
Κλεοβούλωι δ' αγαθός γένεο
σύμβουλος, τόν εμόν γ' έρω-
τ', ώ Δεόνυσε, δέχεσθαι.
σφαίρηι δηύτέ με πορφυρήι
βάλλων χρυσοκόμης ''Ερως
νήνι ποικιλοσαμβάλωι
συμπαίζειν προκαλείται:
η δ', εστίν γάρ απ' ευκτίτου
Λέσβου, τήν μέν εμήν κόμην,
λευκή γάρ, καταμέμφεται,
πρός δ' άλλην τινά χάσκει.
Κλεοβούλου μέν έγωγ' ερέω,
Κλεοβούλωι δ' επιμαίνομαι,
Κλεόβουλον δέ διοσκέω.
ώ παί παρθένιον βλέπων
δίζημαί σε, σύ δ' ου κλύεις,
ουκ ειδώς ότι τής εμής
ψυχής ηνιοχεύεις.
εγώ δ' ούτ' άν 'Αμαλθίης
βουλοίμην κέρας ούτ' έτεα
πεντήκοντά τε κακατόν
Ταρτησσού βασιλεύσαι,
μείς μέν δή Ποσιδηίων
έστηκεν νεφέλη δ' ύδωρ
< > βαρύ δ' άγριοι
χειμώνες κατάγουσι.
τί μέν πέτεαι
συρίγγων κοϊλώτερα
στήθεα χρισάμενος μύρωι;
σέ γάρ
φη Ταργήλιος εμμελέως
δισκείν
πολλά δ' ερίβρομον
Δεόνυσον,
αλλ' ώ τρίς κεκορημένε
Σμερδίη
σύ γάρ ής έμοι-
γ' αστεμφής
Λευκίππην έπι δίνεαι
ο δ' υψηλά νενωμένος
ούτ' εμήν απαλήν κάσιν:
ου δηύτ' έμπεδός ειμι
ουδ' αστοίσι προσηνής:
ξανθήι δ' Ευρυπύληι μέλει
ο περιφόρητος 'Αρτέμων,
ηρίστησα μέν ιτρίου λεπτού μικρόν αποκλάς,
οίνου δ' εξέπιον κάδον: νύν δ' αβρώς ερόεσσαν
ψάλλω πηκτίδα τήι φίληι κωμάζων παιδί αβρήι.
ψάλλω δ' είκοσι
χορδαίσι μάγαδιν† έχων,
'~Ω Λεύκασπι, σύ δ' ηβάις.
τίς ερασμίην
τρέψας θυμόν ες ήβην τερένων ημιόπων υπ' αυλών
ορχείται;
αρθείς δηύτ' από Λευκάδος
πέτρης ες πολιόν κύμα κολυμβώ μεθύων έρωτι.
ιπποθόρων δέ Μυσοί
εύρον μείξιν όνων
αναπέτομαι δή πρός ''Ολυμπον πτερύγεσσι κούφηις
διά τόν ''Ερωτ': ου γάρ εμοί <> θέλει συνηβάν.
υποπόλιον γένειον χρυσοφαέννων,
πτερύγων ή αετοίς παραπετέσθω,
χαίρε φίλον φώς χαρίεντι μειδιών προσώπωι:
είμι λαβών εισάρας,
ασπίδα ρίψας ποταμού καλλιρόου παρ' όχθας,
δακρυόεσσάν τ' εφίλησεν αιχμήν
οινοχόει δ' αμφίπολος μελιχρόν
οίνον τρικύαθον κελέβην έχουσα.
ουδ' αργυρή κω τότ' έλαμπε Πειθώ.
εκ ποταμού 'πανέρχομαι πάντα φέρουσα λαμπρά.
Σίμαλον είδον εν χορώι πηκτίδ' έχοντα καλήν.
τόν μυροποιόν ηρόμην Στράττιν ει κομήσει.
πρίν μέν έχων βερβέριον, καλύμματ' εσφηκωμένα,
καί ξυλίνους αστραγάλους εν ωσί καί ψιλόν περί
πλευρήισι <> βοός,
νήπλυτον είλυμα κακής ασπίδος, αρτοπώλισιν
καθελοπόρνοισιν ομιλέων ο πονηρός 'Αρτέμων,
κίβδηλον ευρίσκων βίον,
πολλά μέν εν δουρί τιθείς αυχένα, πολλά δ' εν τροχώι,
πολλά δέ νώτον σκυτίνηι μάστιγι θωμιχθείς, κόμην
πώγωνά τ' εκτετιλμένος:
νύν δ' επιβαίνει σατινέων χρύσεα φορέων καθέρματα
παίς Κύκης καί σκιαδίσκην ελεφαντίνην φορεί
γυναιξίν αύτως <>. φίλη γάρ εις ξείνοισιν: έασον δέ με διψέοντα πιείν.
καλλίκομοι κούραι Διός ωρχήσαντ' ελαφρώς.
νύν δ' από μέν στέφανος πόλεως όλωλεν.
ούτε γάρ ημετέρειον ούτε καλόν
ορσόλοπος μέν ''Αρης φιλεί μεναίχμην
ηδυμελές χαρίεσσα χελιδοί
μνάται δηύτε φαλακρός ''Αλεξις
πολιοί μέν ημίν ήδη
κρόταφοι κάρη τε λευκόν,
χαρίεσσα δ' ουκέτ' ήβη
πάρα, γηραλέοι δ' οδόντες,
γλυκερού δ' ουκέτι πολλός
βιότου χρόνος λέλειπται:
διά ταύτ' ανασταλύζω
θαμά Τάρταρον δεδοικώς:
'Αίδεω γάρ εστι δεινός
μυχός, αργαλή δ' ες αυτόν
κάτοδος: καί γάρ ετοίμον
καταβάντι μή αναβήναι.
φέρ' ύδωρ φέρ' οίνον ώ παί φέρε <δ'> ανθεμόεντας ημίν
στεφάνους ένεικον, ως δή πρός ''Ερωτα πυκταλίζω.
πλεκτάς
δ' υποθυμίδας περί στήθεσι λωτίνας έθεντο.
αστραγάλαι δ' ''Ερωτός εισιν
μανίαι τε καί κυδοιμοί
εκδύσα κιθώνα δωριάζειν
παρά δηύτε Πυθόμανδρον
κατέδυν ''Ερωτα φεύγων.
διά δηύτε Καρικουργέος
οχάνου χείρα τιθέμενοι
έραμαι <δέ> τοι συνηβάν
χαρίεν γάρ έχεις ήθος.
καλόν είναι τώι ''Ερωτι τά δίκαιά φησιν.
εμέ γάρ λόγων είνεκα παίδες άν φιλέοιεν:
χαρίεντα μέν γάρ άιδω, χαρίεντα δ' οίδα λέξαι.
ασήμων
υπέρ ερμάτων φορέομαι.
νεότης τε κυγιείη
χθόνιον δ' εμαυτόν ήρεν.
από δ' εξείλετο θεσμόν μέγαν,
αλλά πρόπινε
ραδινούς ώ φίλε μηρούς,
αγανώς οίά τε νεβρόν νεοθηλέα
γαλαθηνόν ός τ' εν ύληι κεροέσσης
απολειφθείς από μητρός επτοήθη.
καθαρήι δ' εν κελέβηι πέντε <τε> καί τρείς αναχείσθω.
επί δ' οφρύσιν σελίνων στεφανίσκους
θέμενοι θάλειαν εορτήν αγάγωμεν
Διονύσωι
από μοι θανείν γένοιτ': ου γάρ άν άλλη
λύσις εκ πόνων γένοιτ' ουδάμα τώνδε,
Διονύσου σαύλαι Βασσαρίδες
ου δηύτέ μ' εάσεις μεθύοντ' οίκαδ' απελθείν
μεγάλωι δηύτέ μ' ''Ερως έκοψεν ώστε χαλκεύς
πελέκει, χειμερίηι δ' έλουσεν εν χαράδρηι.
απέκειρας δ' απαλής κόμης άμωμον άνθος:
Σικελόν κότταβον αγκύληι δαΐζων
εγώ δέ μισέω
πάντας όσοι χθονίους έχουσι ρυσμούς
καί χαλεπούς: μεμάθηκά σ', ώ Μεγιστή,
τών αβακιζομένων,
πώλε Θρηικίη, τί δή με
λοξόν όμμασι βλέπουσα
νηλέως φεύγεις, δοκείς δέ
μ' ουδέν ειδέναι σοφόν;
ίσθι τοι, καλώς μέν άν τοι
τόν χαλινόν εμβάλοιμι,
ηνίας δ' έχων στρέφοιμί
σ' αμφί τέρματα δρόμου:
νύν δέ λειμώνάς τε βόσκεαι
κούφά τε σκιρτώσα παίζεις,
δεξιόν γάρ ιπποπείρην
ουκ έχεις επεμβάτην.
κλύθί μεο γέροντος ευέθειρα χρυσόπεπλε κούρα
αλκίμων σ' ώ 'ριστοκλείδη πρώτον οικτίρω φίλων:
ώλεσας δ' ήβην αμύνων πατρίδος δουληΐην.
εύτέ μοι λευκαί μελαίνηισ' αναμεμείξονται τρίχες,
αι δέ μεο φρένες
εκκεκωφέαται:
Θρηικίην σίοντα χαίτην
κοίμισον δέ, Ζεύ, σόλοικον φθόγγον
καί θάλαμος εν ώι κείνος ουκ έγημεν αλλ' εγήματο.
ξείνοισίν εστε μειλίχοισιν εοικότες
στέγης τε μούνον καί πυρός κεχρημένοις.
πάλαι ποτ' ήσαν άλκιμοι Μιλήσιοι.
μηδ' ώστε κύμα πόντιον
λάλαζε, τήι πολυκρότηι
σύν Γαστροδώρωι καταχύδην
πίνουσα τήν επίστιον.
ερέω τε δηύτε κουκ ερέω
καί μαίνομαι κου μαίνομαι.
ο μέν θέλων μάχεσθαι,
πάρεστι γάρ, μαχέσθω.
λίην δέ δή λιάζεις
κου μοκλόν εν θύρηισι διξήισιν βαλών
ήσυχος κατεύδει.
κνυζή τις ήδη καί πέπειρα γίνομαι
σήν διά μαργοσύνην.
εγώ δ' έχων σκύπφον 'Ερξίωνι
τώι λευκολόφωι μεστόν εξέπινον,
στεφάνους δ' ανήρ τρείς έκαστος είχεν,
τούς μέν ροδίνους, τόν δέ Ναυκρατίτην:
κατηρεφέες παντοίων αγαθών
χείρά τ' εν ηγάνωι βαλείν
εγώ δ' απ' αυτής φεύγω ώστε κόκκυξ.
βούλεται απεροπός ημίν είναι:
πλέξαντες μηροίσι πέρι μηρούς
οράν αεί λίην πολλοίσι γάρ μέλεις.
διά δέ δειρήν έκοψε μέσην
κάδ δέ λώπος εσχίσθη
κωμάζει δέ ως άν δεί Διόνυσος,
†μελαμφύλλωι δάφναι χλωράι τ' ελαίαι τανταλίζει
υβρισταί καί ατάσθαλοι καί ουκ ειδότες
εφ' ούς τά βέλη κυκλώσεσθε.
αλιπόρφυρον ρέγος:
άστυ Νυμφέων
επίσταται τυραννικά,
έρωτα πίνων
ήλιε καλλιλαμπέτη
κόρωνα βαίνων
κωτίλη χελιδών
οινηρός θεράπων
οινοπότις γυνή,
ραδινούς πώλους
ρεραπισμένωι νώτωι
σαύλα βαίνειν,
τακερός δ' ''Ερως
φόρτον ''Ερωτος,

Blog Widget by LinkWithin

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου