Τρίτη, 24 Ιανουαρίου 2012

Καλλίμαχου ύμνοι - Εις Απόλλωνα

Οίον ο τωπόλλωνος εσείσατο δάφνινος όρπηξ,
οία δ' όλον τό μέλαθρον: εκάς εκάς όστις αλιτρός.
καί δή που τά θύρετρα καλώ ποδί Φοίβος αράσσει:
ουχ οράας; επένευσεν ο Δήλιος ηδύ τι φοίνιξ
εξαπίνης, ο δέ κύκνος εν ηέρι καλόν αείδει.
αυτοί νύν κατοχήες ανακλίνασθε πυλάων,
αυταί δέ κληίδες: ο γάρ θεός ουκέτι μακρήν:
οι δέ νέοι μολπήν τε καί ες χορόν εντύνασθε.
ωπόλλων ου παντί φαείνεται, αλλ' ότις εσθλός:
ός μιν ίδη, μέγας ούτος, ός ουκ ίδε, λιτός εκείνος.
οψόμεθ', ώ `Εκάεργε, καί εσσόμεθ' ούποτε λιτοί.
μήτε σιωπηλήν κίθαριν μήτ' άψοφον ίχνος
τού Φοίβου τούς παίδας έχειν επιδημήσαντος,
ει τελέειν μέλλουσι γάμον πολιήν τε κερείσθαι,
εστήξειν δέ τό τείχος επ' αρχαίοισι θεμέθλοις.
ηγασάμην τούς παίδας, επεί χέλυς ουκέτ' αεργός.
ευφημείτ' αίοντες επ' 'Απόλλωνος αοιδή.
ευφημεί καί πόντος, ότε κλείουσιν αοιδοί
ή κίθαριν ή τόξα, Λυκωρέος έντεα Φοίβου.
ουδέ Θέτις 'Αχιλήα κινύρεται αίλινα μήτηρ,
οππόθ' ιή παιήον ιή παιήον ακούση.
καί μέν ο δακρυόεις αναβάλλεται άλγεα πέτρος,
όστις ενί Φρυγίη διερός λίθος εστήρικται,
μάρμαρον αντί γυναικός οϊζυρόν τι χανούσης.
ιή ιή φθέγγεσθε: κακόν μακάρεσσιν ερίζειν.
ός μάχεται μακάρεσσιν, εμώ βασιλήι μάχοιτο:
όστις εμώ βασιλήι, καί 'Απόλλωνι μάχοιτο.
τόν χορόν ωπόλλων, ό τι οι κατά θυμόν αείδει,
τιμήσει: δύναται γάρ, επεί Διί δεξιός ήσται.
ουδ' ο χορός τόν Φοίβον εφ' έν μόνον ήμαρ αείσει,
έστι γάρ εύυμνος: τίς άν ου ρέα Φοίβον αείδοι;
χρύσεα τωπόλλωνι τό τ' ενδυτόν ή τ' επιπορπίς
ή τε λύρη τό τ' άεμμα τό Λύκτιον ή τε φαρέτρη,
χρύσεα καί τά πέδιλα: πολύχρυσος γάρ 'Απόλλων
καί πουλυκτέανος: Πυθώνί κε τεκμήραιο.
καί μέν αεί καλός καί αεί νέος: ούποτε Φοίβου
θηλείαις ουδ' όσσον επί χνόος ήλθε παρειαίς,
αι δέ κόμαι θυόεντα πέδω λείβουσιν έλαια:
ου λίπος 'Απόλλωνος αποστάζουσιν έθειραι,
αλλ' αυτήν πανάκειαν: εν άστεϊ δ' ώ κεν εκείναι
πρώκες έραζε πέσωσιν, ακήρια πάντ' εγένοντο.
τέχνη δ' αμφιλαφής ούτις τόσον όσσον 'Απόλλων:
κείνος οϊστευτήν έλαχ' ανέρα, κείνος αοιδόν
(Φοίβω γάρ καί τόξον επιτρέπεται καί αοιδή),
κείνου δέ θριαί καί μάντιες: εκ δέ νυ Φοίβου
ιητροί δεδάασιν ανάβλησιν θανάτοιο.
Φοίβον καί Νόμιον κικλήσκομεν εξέτι κείνου,
εξότ' επ' 'Αμφρυσσώ ζευγίτιδας έτρεφεν ίππους
ηιθέου υπ' έρωτι κεκαυμένος 'Αδμήτοιο.
ρείά κε βουβόσιον τελέθοι πλέον, ουδέ κεν αίγες
δεύοιντο βρεφέων επιμηλάδες, ήσιν 'Απόλλων
βοσκομένησ' οφθαλμόν επήγαγεν: ουδ' αγάλακτες
οίιες ουδ' άκυθοι, πάσαι δέ κεν είεν ύπαρνοι,
η δέ κε μουνοτόκος διδυμητόκος αίψα γένοιτο.
Φοίβω δ' εσπόμενοι πόλιας διεμετρήσαντο
άνθρωποι: Φοίβος γάρ αεί πολίεσσι φιληδεί
κτιζομένησ', αυτός δέ θεμείλια Φοίβος υφαίνει.
τετραέτης τά πρώτα θεμείλια Φοίβος έπηξε
καλή εν 'Ορτυγίη περιηγέος εγγύθι λίμνης.
''Αρτεμις αγρώσσουσα καρήατα συνεχές αιγών
Κυνθιάδων φορέεσκεν, ο δ' έπλεκε βωμόν 'Απόλλων,
δείματο μέν κεράεσσιν εδέθλια, πήξε δέ βωμόν
εκ κεράων, κεραούς δέ πέριξ υπεβάλλετο τοίχους.
ώδ' έμαθεν τά πρώτα θεμείλια Φοίβος εγείρειν.
Φοίβος καί βαθύγειον εμήν πόλιν έφρασε Βάττω
καί Λιβύην εσιόντι κόραξ ηγήσατο λαώ,
δεξιός οικιστήρι, καί ώμοσε τείχεα δώσειν
ημετέροις βασιλεύσιν: αεί δ' εύορκος 'Απόλλων.
ώπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
πολλοί δέ Κλάριον, πάντη δέ τοι ούνομα πουλύ:
αυτάρ εγώ Καρνείον: εμοί πατρώιον ούτω.
Σπάρτη τοι, Καρνείε, τόδε πρώτιστον έδεθλον,
δεύτερον αύ Θήρη, τρίτατόν γε μέν άστυ Κυρήνης.
εκ μέν σε Σπάρτης έκτον γένος Οιδιπόδαο
ήγαγε Θηραίην ες απόκτισιν: εκ δέ σε Θήρης
ούλος 'Αριστοτέλης 'Ασβυστίδι πάρθετο γαίη,
δείμε δέ τοι μάλα καλόν ανάκτορον, εν δέ πόληι
θήκε τελεσφορίην επετήσιον, ή ένι πολλοί
υστάτιον πίπτουσιν επ' ισχίον, ώ άνα, ταύροι.
ιή ιή Καρνείε πολύλλιτε, σείο δέ βωμοί
άνθεα μέν φορέουσιν εν είαρι τόσσα περ '~Ωραι
ποικίλ' αγινεύσι ζεφύρου πνείοντος εέρσην,
χείματι δέ κρόκον ηδύν: αεί δέ τοι αέναον πύρ,
ουδέ ποτε χθιζόν περιβόσκεται άνθρακα τέφρη.
ή ρ' εχάρη μέγα Φοίβος, ότε ζωστήρες 'Ενυούς
ανέρες ωρχήσαντο μετά ξανθήσι Λιβύσσης,
τέθμιαι εύτέ σφιν Καρνειάδες ήλυθον ώραι.
οι δ' ούπω πηγήσι Κύρης εδύναντο πελάσσαι
Δωριέες, πυκινήν δέ νάπησ' ''Αζιλιν έναιον.
τούς μέν άναξ ίδεν αυτός, εή δ' επεδείξατο νύμφη
στάς επί Μυρτούσσης κερατώδεος, ήχι λέοντα
`Υψηίς κατέπεφνε βοών σίνιν Ευρυπύλοιο.
ου κείνου χορόν είδε θεώτερον άλλον 'Απόλλων,
ουδέ πόλει τόσ' ένειμεν οφέλσιμα, τόσσα Κυρήνη,
μνωόμενος προτέρης αρπακτύος. ουδέ μέν αυτοί
Βαττιάδαι Φοίβοιο πλέον θεόν άλλον έτισαν.
ιή ιή παιήον ακούομεν, ούνεκα τούτο
Δελφός τοι πρώτιστον εφύμνιον εύρετο λαός,
ήμος εκηβολίην χρυσέων επεδείκνυσο τόξων.
Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
αινός όφις. τόν μέν σύ κατήναρες άλλον επ' άλλω
βάλλων ωκύν οϊστόν, επηΰτησε δέ λαός:
‘ιή ιή παιήον, ίει βέλος, ευθύ σε μήτηρ
γείνατ' αοσσητήρα’: τό δ' εξέτι κείθεν αείδη.
ο Φθόνος 'Απόλλωνος επ' ούατα λάθριος είπεν:
‘ουκ άγαμαι τόν αοιδόν ός ουδ' όσα πόντος αείδει.’
τόν Φθόνον ωπόλλων ποδί τ' ήλασεν ώδέ τ' έειπεν:
‘'Ασσυρίου ποταμοίο μέγας ρόος, αλλά τά πολλά
λύματα γής καί πολλόν εφ' ύδατι συρφετόν έλκει.
Δηοί δ' ουκ από παντός ύδωρ φορέουσι μέλισσαι,
αλλ' ήτις καθαρή τε καί αχράαντος ανέρπει
πίδακος εξ ιερής ολίγη λιβάς άκρον άωτον.’
χαίρε, άναξ: ο δέ Μώμος, ίν' ο Φθόνος, ένθα νέοιτο.

Blog Widget by LinkWithin

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου