Τρίτη, 24 Ιανουαρίου 2012

Καλλίμαχου ύμνοι - Εις Άρτεμιν

''Αρτεμιν (ου γάρ ελαφρόν αειδόντεσσι λαθέσθαι)
υμνέομεν, τή τόξα λαγωβολίαι τε μέλονται
καί χορός αμφιλαφής καί εν ούρεσιν εψιάασθαι,
άρχμενοι ως ότε πατρός εφεζομένη γονάτεσσι
παίς έτι κουρίζουσα τάδε προσέειπε γονήα:
‘δός μοι παρθενίην αιώνιον, άππα, φυλάσσειν,
καί πολυωνυμίην, ίνα μή μοι Φοίβος ερίζη,
δός δ' ιούς καί τόξα -- έα πάτερ, ού σε φαρέτρην
ουδ' αιτέω μέγα τόξον: εμοί Κύκλωπες οϊστούς
αυτίκα τεχνήσονται, εμοί δ' ευκαμπές άεμμα:
αλλά φαεσφορίην τε καί ες γόνυ μέχρι χιτώνα
ζώννυσθαι λεγνωτόν, ίν' άγρια θηρία καίνω.
δός δέ μοι εξήκοντα χορίτιδας 'Ωκεανίνας,
πάσας εινέτεας, πάσας έτι παίδας αμίτρους.
δός δέ μοι αμφιπόλους 'Αμνισίδας είκοσι νύμφας,
αί τε μοι ενδρομίδας τε καί οππότε μηκέτι λύγκας
μήτ' ελάφους βάλλοιμι, θοούς κύνας εύ κομέοιεν.
δός δέ μοι ούρεα πάντα: πόλιν δέ μοι ήντινα νείμον
ήντινα λής: σπαρνόν γάρ ότ' ''Αρτεμις άστυ κάτεισιν:
ούρεσιν οικήσω, πόλεσιν δ' επιμείξομαι ανδρών
μούνον ότ' οξείησιν υπ' ωδίνεσσι γυναίκες
τειρόμεναι καλέωσι βοηθόον, ήσί με Μοίραι
γεινομένην τό πρώτον επεκλήρωσαν αρήγειν,
όττι με καί τίκτουσα καί ουκ ήλγησε φέρουσα
μήτηρ, αλλ' αμογητί φίλων απεθήκατο γυίων.’
ώς η παίς ειπούσα γενειάδος ήθελε πατρός
άψασθαι, πολλάς δέ μάτην ετανύσσατο χείρας
μέχρις ίνα ψαύσειε. πατήρ δ' επένευσε γελάσσας,
φή δέ καταρρέζων: ‘ότε μοι τοιαύτα θέαιναι
τίκτοιεν, τυτθόν κεν εγώ ζηλήμονος ''Ηρης
χωομένης αλέγοιμι. φέρευ, τέκος, όσσ' εθελημός
αιτίζεις, καί δ' άλλα πατήρ έτι μείζονα δώσει.
τρίς δέκα τοι πτολίεθρα καί ουχ ένα πύργον οπάσσω,
τρίς δέκα τοι πτολίεθρα, τά μή θεόν άλλον αέξειν
είσεται, αλλά μόνην σέ καί 'Αρτέμιδος καλέεσθαι:
πολλάς δέ ξυνή πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε: καί εν πάσησιν έσονται
'Αρτέμιδος βωμοί τε καί άλσεα. καί μέν αγυιαίς
έσση καί λιμένεσσιν επίσκοπος.’ ώς ο μέν ειπών
μύθον επεκρήηνε καρήατι. βαίνε δέ κούρη
Λευκόν έπι Κρηταίον όρος κεκομημένον ύλη,
ένθεν επ' 'Ωκεανόν: πολέας δ' επελέξατο νύμφας,
πάσας εινέτεας, πάσας έτι παίδας αμίτρους:
χαίρε δέ Καίρατος ποταμός μέγα, χαίρε δέ Τηθύς,
ούνεκα θυγατέρας Λητωίδι πέμπον αμορβούς.
αύθι δέ Κύκλωπας μετεκίαθε: τούς μέν έτετμε
νήσω ενί Λιπάρη (Λιπάρη νέον, αλλά τότ' έσκεν
ούνομά οι Μελιγουνίς) επ' άκμοσιν `Ηφαίστοιο
εσταότας περί μύδρον: επείγετο γάρ μέγα έργον:
ιππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αι νύμφαι δ' έδδεισαν, όπως ίδον αινά πέλωρα
πρηόσιν 'Οσσαίοισιν εοικότα (πάσι δ' υπ' οφρύν
φάεα μουνόγληνα σάκει ίσα τετραβοείω
δεινόν υπογλαύσσοντα) καί οππότε δούπον άκουσαν
άκμονος ηχήσαντος επί μέγα πουλύ τ' άημα
φυσάων αυτών τε βαρύν στόνον: αύε γάρ Αίτνη,
αύε δέ Τρινακρίη Σικανών έδος, αύε δέ γείτων
'Ιταλίη, μεγάλην δέ βοήν επί Κύρνος αΰτει,
εύθ' οίγε ραιστήρας αειράμενοι υπέρ ώμων
ή χαλκόν ζείοντα καμινόθεν ηέ σίδηρον
αμβολαδίς τετύποντες επί μέγα μυχθίσσειαν.
τώ σφέας ουκ ετάλασσαν ακηδέες 'Ωκεανίναι
ούτ' άντην ιδέειν ούτε κτύπον ούασι δέχθαι.
ου νέμεσις: κείνους γε καί αι μάλα μηκέτι τυτθαί
ουδέποτ' αφρικτί μακάρων ορόωσι θύγατρες.
αλλ' ότε κουράων τις απειθέα μητέρι τεύχοι,
μήτηρ μέν Κύκλωπας εή επί παιδί καλιστρεί,
''Αργην ή Στερόπην: ο δέ δώματος εκ μυχάτοιο
έρχεται `Ερμείης σποδιή κεχριμένος αιθή:
αυτίκα τήν κούρην μορμύσσεται, η δέ τεκούσης
δύνει έσω κόλπους θεμένη επί φάεσι χείρας.
κούρα, σύ δέ προτέρω περ, έτι τριέτηρος εούσα,
εύτ' έμολεν Λητώ σε μετ' αγκαλίδεσσι φέρουσα,
`Ηφαίστου καλέοντος όπως οπτήρια δοίη,
Βρόντεώ σε στιβαροίσιν εφεσσαμένου γονάτεσσι,
στήθεος εκ μεγάλου λασίης εδράξαο χαίτης,
ώλοψας δέ βίηφι: τό δ' άτριχον εισέτι καί νύν
μεσσάτιον στέρνοιο μένει μέρος, ως ότε κόρση
φωτός ενιδρυθείσα κόμην επενείματ' αλώπηξ.
τώ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τήμος:
‘Κύκλωπες, κημοί τι Κυδώνιον ει δ' άγε τόξον
ηδ' ιούς κοίλην τε κατακληίδα βελέμνων
τεύξατε: καί γάρ εγώ Λητωιάς ώσπερ 'Απόλλων.
αι δέ κ' εγώ τόξοις μονιόν δάκος ή τι πέλωρον
θηρίον αγρεύσω, τό δέ κεν Κύκλωπες έδοιεν.’
έννεπες: οι δ' ετέλεσσαν: άφαρ δ' ωπλίσσαο, δαίμον.
αίψα δ' επί σκύλακας πάλιν ήιες: ίκεο δ' αύλιν
'Αρκαδικήν έπι Πανός. ο δέ κρέα λυγκός έταμνε
Μαιναλίης, ίνα οι τοκάδες κύνες είδαρ έδοιεν.
τίν δ' ο γενειήτης δύο μέν κύνας ήμισυ πηγούς,
τρείς δέ παρουαίους, ένα δ' αιόλον, οί ρα λέοντας
αυτούς αύ ερύοντες, ότε δράξαιντο δεράων,
είλκον έτι ζώοντας επ' αυλίον, επτά δ' έδωκε
θάσσονας αυράων Κυνοσουρίδας, αί ρα διώξαι
ώκισται νεβρούς τε καί ου μύοντα λαγωόν
καί κοίτην ελάφοιο καί ύστριχος ένθα καλιαί
σημήναι καί ζορκός επ' ίχνιον ηγήσασθαι.
ένθεν απερχομένη (μετά καί κύνες εσσεύοντο)
εύρες επί προμολήσ' όρεος τού Παρρασίοιο
σκαιρούσας ελάφους, μέγα τι χρέος: αι μέν επ' όχθης
αιέν εβουκολέοντο μελαμψήφιδος 'Αναύρου,
μάσσονες ή ταύροι, κεράων δ' απελάμπετο χρυσός:
εξαπίνης δ' έταφές τε καί όν ποτί θυμόν έειπες:
‘τούτό κεν 'Αρτέμιδος πρωτάγριον άξιον είη.’
πέντ' έσαν αι πάσαι: πίσυρας δ' έλες ώκα θέουσα
νόσφι κυνοδρομίης, ίνα τοι θοόν άρμα φέρωσι.
τήν δέ μίαν Κελάδοντος υπέρ ποταμοίο φυγούσαν
''Ηρης εννεσίησιν, αέθλιον `Ηρακλήι
ύστερον όφρα γένοιτο, πάγος Κερύνειος έδεκτο.
''Αρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
έντεα καί ζώνη, χρύσεον δ' εζεύξαο δίφρον,
εν δ' εβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
πού δέ σε τό πρώτον κερόεις όχος ήρξατ' αείρειν;
Αίμω επί Θρήικι, τόθεν βορέαο κατάιξ
έρχεται αχλαίνοισι δυσαέα κρυμόν άγουσα.
πού δ' έταμες πεύκην, από δέ φλογός ήψαο ποίης;
Μυσώ εν Ουλύμπω, φάεος δ' ενέηκας αυτμήν
ασβέστου, τό ρα πατρός αποστάζουσι κεραυνοί.
ποσσάκι δ' αργυρέοιο, θεή, πειρήσαο τόξου;
πρώτον επί πτελέην, τό δέ δεύτερον ήκας επί δρύν,
τό τρίτον αύτ' επί θήρα. τό τέτρατον ουκέτ' †επί δρύν†,
αλλά †μιν εις αδίκων έβαλες πόλιν, οί τε περί σφέας
οί τε περί ξείνους αλιτήμονα πολλά τέλεσκον.
σχέτλιοι, οίς τύνη χαλεπήν εμμάξεαι οργήν:
κτήνεά φιν λοιμός καταβόσκεται, έργα δέ πάχνη,
κείρονται δέ γέροντες εφ' υιάσιν, αι δέ γυναίκες
ή βληταί θνήσκουσι λεχωίδες ηέ φυγούσαι
τίκτουσιν τών ουδέν επί σφυρόν ορθόν ανέστη.
οίς δέ κεν ευμειδής τε καί ίλαος αυγάσσηαι,
κείνοις εύ μέν άρουρα φέρει στάχυν, εύ δέ γενέθλη
τετραπόδων, εύ δ' οίκος αέξεται: ουδ' επί σήμα
έρχονται πλήν εύτε πολυχρόνιόν τι φέρωσιν:
ουδέ διχοστασίη τρώει γένος, ή τε καί εύ περ
οίκους εστηώτας εσίνατο: ταί δέ θυωρόν
εινάτερες γαλόω τε μίαν πέρι δίφρα τίθενται.
πότνια, τών είη μέν εμοί φίλος όστις αληθής,
είην δ' αυτός, άνασσα, μέλοι δέ μοι αιέν αοιδή:
τή ένι μέν Λητούς γάμος έσσεται, εν δέ σύ πολλή,
εν δέ καί 'Απόλλων, εν δ' οί σεο πάντες άεθλοι,
εν δέ κύνες καί τόξα καί άντυγες, αί τε σε ρεία
θηητήν φορέουσιν ότ' ες Διός οίκον ελαύνεις.
ένθα τοι αντιόωντες ενί προμολήσι δέχονται
όπλα μέν `Ερμείης 'Ακακήσιος, αυτάρ 'Απόλλων
θηρίον όττι φέρησθα -- πάροιθέ γε, πρίν περ ικέσθαι
καρτερόν 'Αλκεΐδην: νύν δ' ουκέτι Φοίβος άεθλον
τούτον έχει, τοίος γάρ αεί Τιρύνθιος άκμων
έστηκε πρό πυλέων ποτιδέγμενος, εί τι φέρουσα
νείαι πίον έδεσμα: θεοί δ' επί πάντες εκείνω
άλληκτον γελόωσι, μάλιστα δέ πενθερή αυτή,
ταύρον ότ' εκ δίφροιο μάλα μέγαν ή όγε χλούνην
κάπρον οπισθιδίοιο φέροι ποδός ασπαίροντα:
κερδαλέω μύθω σε, θεή, μάλα τώδε πινύσκει:
‘βάλλε κακούς επί θήρας, ίνα θνητοί σε βοηθόν
ως εμέ κικλήσκωσιν. έα πρόκας ηδέ λαγωούς
ούρεα βόσκεσθαι: τί δέ κεν πρόκες ηδέ λαγωοί
ρέξειαν; σύες έργα, σύες φυτά λυμαίνονται.
καί βόες ανθρώποισι κακόν μέγα: βάλλ' επί καί τούς.’
ώς ένεπεν, ταχινός δέ μέγαν περί θήρα πονείτο.
ου γάρ όγε Φρυγίη περ υπό δρυί γυία θεωθείς
παύσατ' αδηφαγίης: έτι οι πάρα νηδύς εκείνη,
τή ποτ' αροτριόωντι συνήντετο Θειοδάμαντι.
σοί δ' 'Αμνισιάδες μέν υπό ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρά δέ σφισι πουλύ νέμεσθαι
''Ηρης εκ λειμώνος αμησάμεναι φορέουσιν
ωκύθοον τριπέτηλον, ό καί Διός ίπποι έδουσιν:
εν καί χρυσείας υποληνίδας επλήσαντο
ύδατος, όφρ' ελάφοισι ποτόν θυμάρμενον είη.
αυτή δ' ες πατρός δόμον έρχεαι: οι δέ σ' εφ' έδρην
πάντες ομώς καλέουσι: σύ δ' 'Απόλλωνι παρίζεις.
ηνίκα δ' αι νύμφαι σε χορώ ένι κυκλώσονται
αγχόθι πηγάων Αιγυπτίου 'Ινωποίο
ή Πιτάνη (καί γάρ Πιτάνη σέθεν) ή ενί Λίμναις,
ή ίνα, δαίμον, 'Αλάς 'Αραφηνίδας οικήσουσα
ήλθες από Σκυθίης, από δ' είπαο τέθμια Ταύρων,
μή νειόν τημούτος εμαί βόες είνεκα μισθού
τετράγυον τέμνοιεν υπ' αλλοτρίω αροτήρι:
ή γάρ κεν γυιαί τε καί αυχένα κεκμηυίαι
κόπρον έπι προγένοιντο, καί ει Στυμφαιίδες είεν
ειναετιζόμεναι κεραελκέες, αί μέγ' άρισται
τέμνειν ώλκα βαθείαν: επεί θεός ούποτ' εκείνον
ήλθε παρ' 'Ηέλιος καλόν χορόν, αλλά θεήται
δίφρον επιστήσας, τά δέ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων, ποίον δ' όρος εύαδε πλείστον,
τίς δέ λιμήν, ποίη δέ πόλις; τίνα δ' έξοχα νυμφέων
φίλαο καί ποίας ηρωίδας έσχες εταίρας;
ειπέ, θεή, σύ μέν άμμιν, εγώ δ' ετέροισιν αείσω.
νήσων μέν Δολίχη, πολίων δέ τοι εύαδε Πέργη,
Τηΰγετον δ' ορέων, λιμένες γε μέν Ευρίποιο.
έξοχα δ' αλλάων Γορτυνίδα φίλαο νύμφην,
ελλοφόνον Βριτόμαρτιν εύσκοπον: ής ποτε Μίνως
πτοιηθείς υπ' έρωτι κατέδραμεν ούρεα Κρήτης.
η δ' οτέ μέν λασίησιν υπό δρυσί κρύπτετο νύμφη,
άλλοτε δ' ειαμενήσιν: ο δ' εννέα μήνας εφοίτα
παίπαλά τε κρημνούς τε καί ουκ ανέπαυσε διωκτύν,
μέσφ' ότε μαρπτομένη καί δή σχεδόν ήλατο πόντον
πρηόνος εξ υπάτοιο καί ένθορεν εις αλιήων
δίκτυα, τά σφ' εσάωσαν: όθεν μετέπειτα Κύδωνες
νύμφην μέν Δίκτυναν, όρος δ' όθεν ήλατο νύμφη
Δικταίον καλέουσιν, ανεστήσαντο δέ βωμούς
ιερά τε ρέζουσι: τό δέ στέφος ήματι κείνω
ή πίτυς ή σχίνος, μύρτοιο δέ χείρες άθικτοι:
δή τότε γάρ πέπλοισιν ενέσχετο μύρσινος όζος
τής κούρης, ότ' έφευγεν: όθεν μέγα χώσατο μύρτω.
Ούπι άνασσ' ευώπι φαεσφόρε, καί δέ σε κείνης
Κρηταέες καλέουσιν επωνυμίην από νύμφης.
καί μήν Κυρήνην εταρίσσαο, τή ποτ' έδωκας
αυτή θηρητήρε δύω κύνε, τοίς ένι κούρη
`Υψηίς παρά τύμβον 'Ιώλκιον έμμορ' αέθλου.
καί Κεφάλου ξανθήν άλοχον Δηιονίδαο,
πότνια, σήν ομόθηρον εθήκαο: καί δέ σέ φασι
καλήν 'Αντίκλειαν ίσον φαέεσσι φιλήσαι.
αι πρώται θοά τόξα καί αμφ' ώμοισι φαρέτρας
ιοδόκους εφόρησαν: †ασύλλωτοι δέ φιν ώμοι
δεξιτεροί καί γυμνός αεί παρεφαίνετο μαζός.
ήνησας δ' έτι πάγχυ ποδορρώρην 'Αταλάντην
κούρην 'Ιασίοιο συοκτόνον 'Αρκασίδαο,
καί ε κυνηλασίην τε καί ευστοχίην εδίδαξας.
ού μιν επίκλητοι Καλυδωνίου αγρευτήρες
μέμφονται κάπροιο: τά γάρ σημήια νίκης
'Αρκαδίην εισήλθεν, έχει δ' έτι θηρός οδόντας:
ουδέ μέν `Υλαίόν τε καί άφρονα `Ροίκον έολπα
ουδέ περ εχθαίροντας εν ''Αϊδι μωμήσασθαι
τοξότιν: ου γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νάεν φόνω ακρώρεια.
πότνια πουλυμέλαθρε, πολύπτολι, χαίρε, Χιτώνη
Μιλήτω επίδημε: σέ γάρ ποιήσατο Νηλεύς
ηγεμόνην, ότε νηυσίν ανήγετο Κεκροπίηθεν.
Χησιάς 'Ιμβρασίη πρωτόθρονε, σοί δ' 'Αγαμέμνων
πηδάλιον νηός σφετέρης εγκάτθετο νηώ
μείλιον απλοΐης, ότε οι κατέδησας αήτας,
Τευκρών ηνίκα νήες 'Αχαιίδες άστεα κήδειν
έπλεον αμφ' `Ελένη `Ραμνουσίδι θυμωθείσαι.
ή μέν τοι Προίτός γε δύω εκαθίσσατο νηούς,
άλλον μέν Κορίης, ότι οι συνελέξαο κούρας
ούρεα πλαζομένας 'Αζήνια, τόν δ' ενί Λούσοις
`Ημέρη, ούνεκα θυμόν απ' άγριον είλεο παίδων.
σοί καί 'Αμαζονίδες πολέμου επιθυμήτειραι
έν κοτε παρραλίη 'Εφέσω βρέτας ιδρύσαντο
φηγώ υπό πρέμνω, τέλεσεν δέ τοι ιερόν `Ιππώ:
αυταί δ', Ούπι άνασσα, περί πρύλιν ωρχήσαντο
πρώτα μέν εν σακέεσσιν ενόπλιον, αύθι δέ κύκλω
στησάμεναι χορόν ευρύν: υπήεισαν δέ λίγειαι
λεπταλέον σύριγγες, ίνα ρήσσωσιν ομαρτή
(ου γάρ πω νέβρεια δι' οστέα τετρήναντο,
έργον 'Αθηναίης ελάφω κακόν): έδραμε δ' ηχώ
Σάρδιας ές τε νομόν Βερεκύνθιον. αι δέ πόδεσσιν
ούλα κατεκροτάλιζον, επεψόφεον δέ φαρέτραι.
κείνο δέ τοι μετέπειτα περί βρέτας ευρύ θέμειλον
δωμήθη, τού δ' ούτι θεώτερον όψεται ηώς
ουδ' αφνειότερον: ρέα κεν Πυθώνα παρέλθοι.
τώ ρα καί ηλαίνων αλαπαξέμεν ηπείλησε
Λύγδαμις υβριστής: επί δέ στρατόν ιππημολγών
ήγαγε Κιμμερίων ψαμάθω ίσον, οί ρα παρ' αυτόν
κεκλιμένοι ναίουσι βοός πόρον 'Ιναχιώνης.
ά δειλός βασιλέων, όσον ήλιτεν: ου γάρ έμελλεν
ούτ' αυτός Σκυθίηνδε παλιμπετές ούτε τις άλλος
όσσων εν λειμώνι Καϋστρίω έσταν άμαξαι
νοστήσειν: 'Εφέσου γάρ αεί τεά τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε, χαίρε, Φεραίη.
μή τις ατιμήση τήν ''Αρτεμιν (ουδέ γάρ Οινεί
βωμόν ατιμάσσαντι καλοί πόλιν ήλθον αγώνες),
μηδ' ελαφηβολίην μηδ' ευστοχίην εριδαίνειν
μηδέ χορόν φεύγειν ενιαύσιον (ουδέ γάρ `Ιππώ
ακλαυτί περί βωμόν απείπατο κυκλώσασθαι):
χαίρε μέγα, κρείουσα, καί ευάντησον αοιδή.

Blog Widget by LinkWithin

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου