Τρίτη, 24 Ιανουαρίου 2012

Καλλίμαχου ύμνοι - Εις Δήλον Ύμνοι

Τήν ιερήν, ώ θυμέ, τίνα χρόνον †ηποτ† αείσεις
Δήλον 'Απόλλωνος κουροτρόφον; ή μέν άπασαι
Κυκλάδες, αί νήσων ιερώταται ειν αλί κείνται,
εύυμνοι: Δήλος δ' εθέλει τά πρώτα φέρεσθαι
εκ Μουσέων, ότι Φοίβον αοιδάων μεδέοντα
λούσέ τε καί σπείρωσε καί ως θεόν ήνεσε πρώτη.
ως Μούσαι τόν αοιδόν ό μή Πίμπλειαν αείση
έχθουσιν, τώς Φοίβος ότις Δήλοιο λάθηται.
Δήλω νύν οίμης αποδάσσομαι, ως άν 'Απόλλων
Κύνθιος αινήση με φίλης αλέγοντα τιθήνης.
κείνη δ' ηνεμόεσσα καί άτροπος †οίά θ'† αλιπλήξ
αιθυίης καί μάλλον επίδρομος ηέπερ ίπποις
πόντω ενεστήρικται: ο δ' αμφί ε πουλύς ελίσσων
'Ικαρίου πολλήν απομάσσεται ύδατος άχνην:
τώ σφε καί ιχθυβολήες αλίπλοοι εννάσσαντο.
αλλά οι ου νεμεσητόν ενί πρώτησι λέγεσθαι,
οππότ' ες 'Ωκεανόν τε καί ες Τιτηνίδα Τηθύν
νήσοι αολλίζονται, αεί δ' έξαρχος οδεύει.
η δ' όπιθεν Φοίνισσα μετ' ίχνια Κύρνος οπηδεί
ουκ ονοτή καί Μάκρις 'Αβαντιάς 'Ελλοπιήων
Σαρδώ θ' ιμερόεσσα καί ήν επενήξατο Κύπρις
εξ ύδατος τά πρώτα, σαοί δέ μιν αντ' επιβάθρων.
κείναι μέν πύργοισι περισκεπέεσσιν ερυμναί,
Δήλος δ' 'Απόλλωνι: τί δέ στιβαρώτερον έρκος;
τείχεα μέν καί λάες υπό ριπής κε πέσοιεν
Στρυμονίου βορέαο: θεός δ' αεί αστυφέλικτος:
Δήλε φίλη, τοίός σε βοηθόος αμφιβέβηκεν.
ει δέ λίην πολέες σε περιτροχόωσιν αοιδαί,
ποίη ενιπλέξω σε; τί τοι θυμήρες ακούσαι;
ή ως τά πρώτιστα μέγας θεός ούρεα θείνων
άορι τριγλώχινι τό οι Τελχίνες έτευξαν
νήσους ειναλίας ειργάζετο, νέρθε δέ πάσας
εκ νεάτων ώχλισσε καί εισεκύλισε θαλάσση;
καί τάς μέν κατά βυσσόν, ίν' ηπείροιο λάθωνται,
πρυμνόθεν ερρίζωσε: σέ δ' ουκ έθλιψεν ανάγκη,
αλλ' άφετος πελάγεσσιν επέπλεες: ούνομα δ' ήν τοι
'Αστερίη τό παλαιόν, επεί βαθύν ήλαο τάφρον
ουρανόθεν φεύγουσα Διός γάμον αστέρι ίση.
τόφρα μέν ούπω τοι χρυσέη επεμίσγετο Λητώ,
τόφρα δ' έτ' 'Αστερίη σύ καί ουδέπω έκλεο Δήλος.
πολλάκι σε Τροιζήνος από †ξάνθοιο πολίχνης
ερχόμενοι 'Εφύρηνδε Σαρωνικού ένδοθι κόλπου
ναύται επεσκέψαντο, καί εξ 'Εφύρης ανιόντες
οι μέν έτ' ουκ ίδον αύθι, σύ δέ στεινοίο παρ' οξύν
έδραμες Ευρίποιο πόρον καναχηδά ρέοντος,
Χαλκιδικής δ' αυτήμαρ ανηναμένη αλός ύδωρ
μέσφ' ες 'Αθηναίων προσενήξαο Σούνιον άκρον
ή Χίον ή νήσοιο διάβροχον ύδατι μαστόν
Παρθενίης (ούπω γάρ έην Σάμος), ήχί σε νύμφαι
γείτονες 'Αγκαίου Μυκαλησσίδες εξείνισσαν.
ηνίκα δ' 'Απόλλωνι γενέθλιον ούδας υπέσχες,
τούτό τοι αντημοιβόν αλίπλοοι ούνομ' έθεντο,
ούνεκεν ουκέτ' άδηλος επέπλεες, αλλ' ενί πόντου
κύμασιν Αιγαίοιο ποδών ενεθήκαο ρίζας.
ουδ' ''Ηρην κοτέουσαν υπέτρεσας: η μέν απάσαις
δεινόν επεβρωμάτο λεχωίσιν αί Διί παίδας
εξέφερον, Λητοί δέ διακριδόν, ούνεκα μούνη
Ζηνί τεκείν ήμελλε φιλαίτερον ''Αρεος υία.
τώ ρα καί αυτή μέν σκοπιήν έχεν αιθέρος είσω
σπερχομένη μέγα δή τι καί ου φατόν, είργε δέ Λητώ
τειρομένην ωδίσι: δύω δέ οι είατο φρουροί
γαίαν εποπτεύοντες, ο μέν πέδον ηπείροιο
ήμενος υψηλής κορυφής έπι Θρήικος Αίμου
θούρος ''Αρης εφύλασσε σύν έντεσι, τώ δέ οι ίππω
επτάμυχον βορέαο παρά σπέος ηυλίζοντο:
η δ' επί νησάων ετέρη σκοπός αιπειάων
ήστο κόρη Θαύμαντος επαΐξασα Μίμαντι.
ένθ' οι μέν πολίεσσιν όσαις επεβάλλετο Λητώ
μίμνον απειλητήρες, απετρώπων δέ δέχεσθαι.
φεύγε μέν 'Αρκαδίη, φεύγεν δ' όρος ιερόν Αύγης
Παρθένιον, φεύγεν δ' ο γέρων μετόπισθε Φενειός,
φεύγε δ' όλη Πελοπηΐς όση παρακέκλιται 'Ισθμώ,
έμπλην Αιγιαλού γε καί ''Αργεος: ου γάρ εκείνας
ατραπιτούς επάτησεν, επεί λάχεν ''Ιναχον ''Ηρη.
φεύγε καί 'Αονίη τόν ένα δρόμον, αι δ' εφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος έχουσαι
'Ισμηνού χέρα πατρός, ο δ' είπετο πολλόν όπισθεν
'Ασωπός βαρύγουνος, επεί πεπάλακτο κεραυνώ.
η δ' υποδινηθείσα χορού απεπαύσατο νύμφη
αυτόχθων Μελίη καί υπόχλοον έσχε παρειήν
ήλικος ασθμαίνουσα περί δρυός, ως ίδε χαίτην
σειομένην `Ελικώνος. εμαί θεαί είπατε Μούσαι,
ή ρ' ετεόν εγένοντο τότε δρύες ηνίκα Νύμφαι;
‘Νύμφαι μέν χαίρουσιν, ότε δρύας όμβρος αέξει,
Νύμφαι δ' αύ κλαίουσιν, ότε δρυσί μηκέτι φύλλα.’
ταίς μέν έτ' 'Απόλλων υποκόλπιος αινά χολώθη,
φθέγξατο δ' ουκ ατέλεστον απειλήσας επί Θήβη:
‘Θήβη τίπτε τάλαινα τόν αυτίκα πότμον ελέγχεις;
μήπω μή μ' αέκοντα βιάζεο μαντεύεσθαι.
ούπω μοι Πυθώνι μέλει τριποδήιος έδρη,
ουδέ τί πω τέθνηκεν όφις μέγας, αλλ' έτι κείνο
θηρίον αινογένειον από Πλειστοίο καθέρπον
Παρνησόν νιφόεντα περιστέφει εννέα κύκλοις:
αλλ' έμπης ερέω τι τομώτερον ή από δάφνης.
φεύγε πρόσω: ταχινός σε κιχήσομαι αίματι λούσων
τόξον εμόν: σύ δέ τέκνα κακογλώσσοιο γυναικός
έλλαχες. ου σύ γ' εμείο φίλη τροφός ουδέ Κιθαιρών
έσσεται: ευαγέων δέ καί ευαγέεσσι μελοίμην.’
ώς άρ' έφη. Λητώ δέ μετάτροπος αύτις εχώρει.
αλλ' ότ' 'Αχαιιάδες μιν απηρνήσαντο πόληες
ερχομένην, `Ελίκη τε Ποσειδάωνος εταίρη
Βούρά τε Δεξαμενοίο βοόστασις Οικιάδαο,
άψ δ' επί Θεσσαλίην πόδας έτρεπε: φεύγε δ' ''Αναυρος
καί μεγάλη Λάρισα καί αι Χειρωνίδες άκραι,
φεύγε δέ καί Πηνειός ελισσόμενος διά Τεμπέων:
''Ηρη, σοί δ' έτι τήμος ανηλεές ήτορ έκειτο
ουδέ κατεκλάσθης τε καί ώκτισας, ηνίκα πήχεις
αμφοτέρους ορέγουσα μάτην εφθέγξατο τοία:
‘Νύμφαι Θεσσαλίδες, ποταμού γένος, είπατε πατρί
κοιμήσαι μέγα χεύμα, περιπλέξασθε γενείω
λισσόμεναι τά Ζηνός εν ύδατι τέκνα τεκέσθαι.
Πηνειέ Φθιώτα, τί νύν ανέμοισιν ερίζεις;
ώ πάτερ, ου μήν ίππον αέθλιον αμφιβέβηκας.
ή ρά τοι ώδ' αιεί ταχινοί πόδες, ή επ' εμείο
μούνον ελαφρίζουσι, πεποίησαι δέ πέτεσθαι
σήμερον εξαπίνης; ο δ' ανήκοος. ώ εμόν άχθος,
ποί σε φέρω; μέλεοι γάρ απειρήκασι τένοντες.
Πήλιον ώ Φιλύρης νυμφήιον, αλλά σύ μείνον,
μείνον, επεί καί θήρες εν ούρεσι πολλάκι σείο
ωμοτόκους ωδίνας απηρείσαντο λέαιναι.’
τήν δ' άρα καί Πηνειός αμείβετο δάκρυα λείβων:
‘Λητοί, 'Αναγκαίη μεγάλη θεός. ου γάρ έγωγε
πότνια σάς ωδίνας αναίνομαι (οίδα καί άλλας
λουσαμένας απ' εμείο λεχωίδας): αλλά μοι ''Ηρη
δαψιλές ηπείλησεν. απαύγασαι, οίος έφεδρος
ούρεος εξ υπάτου σκοπιήν έχει, ός κέ με ρεία
βυσσόθεν εξερύσειε. τί μήσομαι; ή απολέσθαι
ηδύ τί τοι Πηνειόν; ίτω πεπρωμένον ήμαρ:
τλήσομαι είνεκα σείο, καί ει μέλλοιμι ροάων
διψαλέην άμπωτιν έχων αιώνιον έρρειν
καί μόνος εν ποταμοίσιν ατιμότατος καλέεσθαι.
ηνίδ' εγώ: τί περισσά; κάλει μόνον Ειλήθυιαν.’
είπε καί ηρώησε μέγαν ρόον. αλλά οι ''Αρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν αείρας
εμβαλέειν δίνησιν, αποκρύψαι δέ ρέεθρα:
υψόθε δ' εσμαράγησε καί ασπίδα τύψεν ακωκή
δούρατος: η δ' ελέλιξεν ενόπλιον: έτρεμε δ' ''Οσσης
ούρεα καί πεδίον Κραννώνιον αί τε δυσαείς
εσχατιαί Πίνδοιο, φόβω δ' ωρχήσατο πάσα
Θεσσαλίη: τοίος γάρ απ' ασπίδος έβραμεν ήχος.
ως δ', οπότ' Αιτναίου όρεος πυρί τυφομένοιο
σείονται μυχά πάντα, κατουδαίοιο γίγαντος
εις ετέρην Βριαρήος επωμίδα κινυμένοιο,
θερμάστραι τε βρέμουσιν υφ' `Ηφαίστοιο πυράγρης
έργα θ' ομού, δεινόν δέ πυρίκμητοί τε λέβητες
καί τρίποδες πίπτοντες επ' αλλήλοις ιαχεύσιν,
τήμος έγεντ' άραβος σάκεος τόσος ευκύκλοιο.
Πηνειός δ' ουκ αύτις εχάζετο, μίμνε δ' ομοίως
καρτερός ως τά πρώτα, θοάς δ' εστήσατο δίνας,
εισόκε οι Κοιηίς εκέκλετο: ‘σώζεο χαίρων,
σώζεο: μή σύ γ' εμείο πάθης κακόν είνεκα τήσδε
αντ' ελεημοσύνης: χάριτος δέ τοι έσσετ' αμοιβή.’
ή καί πολλά πάροιθεν επεί κάμεν έστιχε νήσους
ειναλίας: αι δ' ού μιν επερχομένην εδέχοντο,
ου λιπαρόν νήεσσιν 'Εχινάδες όρμον έχουσαι,
ουδ' ήτις Κέρκυρα φιλοξεινωτάτη άλλων,
'~Ιρις επεί πάσησιν εφ' υψηλοίο Μίμαντος
σπερχομένη μάλα δεινόν απέτρεπεν: αι δ' υπ' ομοκλής
πασσυδίη φοβέοντο κατά ρόον ήντινα τέτμοι.
ωγυγίην δήπειτα Κόων Μεροπηΐδα νήσον
ίετο, Χαλκιόπης ιερόν μυχόν ηρωίνης.
αλλά ε παιδός έρυκεν έπος τόδε: ‘μή σύ γε, μήτερ,
τή με τέκοις. ούτ' ούν επιμέμφομαι ουδέ μεγαίρω
νήσον, επεί λιπαρή τε καί εύβοτος, εί νύ τις άλλη:
αλλά οι εκ Μοιρέων τις οφειλόμενος θεός άλλος
εστί, Σαωτήρων ύπατον γένος: ώ υπό μίτρην
ίξεται ουκ αέκουσα Μακηδόνι κοιρανέεσθαι
αμφοτέρη μεσόγεια καί αί πελάγεσσι κάθηνται,
μέχρις όπου περάτη τε καί οππόθεν ωκέες ίπποι
'Ηέλιον φορέουσιν: ο δ' είσεται ήθεα πατρός.
καί νύ ποτε ξυνός τις ελεύσεται άμμιν άεθλος
ύστερον, οππόταν οι μέν εφ' `Ελλήνεσσι μάχαιραν
βαρβαρικήν καί Κελτόν αναστήσαντες ''Αρηα
οψίγονοι Τιτήνες αφ' εσπέρου εσχατόωντος
ρώσωνται νιφάδεσσιν εοικότες ή ισάριθμοι
τείρεσιν, ηνίκα πλείστα κατ' ηέρα βουκολέονται,
παιδ[ ]. . σα[ ].[ ]
Δ?ω?ρι . [.] . [ ] .ος?α?[ ]ς?
καί πεδία Κρισσαία καί `Ηφ?αί?[στο]ι?ο? φ?ά?ρ?[αγγ]ες
αμφιπεριστείνωνται, ίδωσι δέ πίονα καπνόν
γείτονος αιθομένοιο, καί ουκέτι μούνον ακουή,
αλλ' ήδη παρά νηόν απαυγάζοιντο φάλαγγας
δυσμενέων, ήδη δέ παρά τριπόδεσσιν εμείο
φάσγανα καί ζωστήρας αναιδέας εχθομένας τε
ασπίδας, αί Γαλάτησι κακήν οδόν άφρονι φύλω
στήσονται: τέων αι μέν εμοί γέρας, αι δ' επί Νείλω
εν πυρί τούς φορέοντας αποπνεύσαντας ιδούσαι
κείσονται βασιλήος αέθλια πολλά καμόντος.
εσσόμενε Πτολεμαίε, τά τοι μαντήια Φοίβου.
αινήσεις μέγα δή τι τόν εισέτι γαστέρι μάντιν
ύστερον ήματα πάντα. σύ δέ ξυμβάλλεο, μήτερ:
έστι διειδομένη τις εν ύδατι νήσος αραιή,
πλαζομένη πελάγεσσι: πόδες δέ οι ουκ ενί χώρη,
αλλά παλιρροίη επινήχεται ανθέρικος ώς,
ένθα νότος, ένθ' εύρος, όπη φορέησι θάλασσα.
τή με φέροις: κείνην γάρ ελεύσεαι εις εθέλουσαν.’
αι μέν τόσσα λέγοντος απέτρεχον ειν αλί νήσοι:
'Αστερίη φιλόμολπε, σύ δ' Ευβοίηθε κατήεις,
Κυκλάδας οψομένη περιηγέας, ούτι παλαιόν,
αλλ' έτι τοι μετόπισθε Γεραίστιον είπετο φύκος:
ως δ' ίδες, [ως] έ?ς?τ?η?ς? [ ]ιδου[.]α?
θαρσαλέη τάδ' έλεξας [ ]. . . . ρ?[ ]
δ?αίμον' υπ' ωδίνεσσι βαρυνομένην ορόωσα:
‘''Ηρη, τούτό με ρέξον ό τοι φίλον: ου γάρ απειλάς
υμετέρας εφύλαξα: πέρα, πέρα εις εμέ, Λητοί.’
έννεπες: η δ' αρητόν άλης απεπαύσατο †λυγρής,
έζετο δ' 'Ινωποίο παρά ρόον όν τε βάθιστον
γαία τότ' εξανίησιν, ότε πλήθοντι ρεέθρω
Νείλος από κρημνοίο κατέρχεται Αιθιοπήος:
λύσατο δέ ζώνην, από δ' εκλίθη έμπαλιν ώμοις
φοίνικος ποτί πρέμνον αμηχανίης υπό λυγρής
τειρομένη: νότιος δέ διά χροός έρρεεν ιδρώς.
είπε δ' αλυσθενέουσα: ‘τί μητέρα, κούρε, βαρύνεις;
αύτη τοι, φίλε, νήσος επιπλώουσα θαλάσση.
γείνεο, γείνεο, κούρε, καί ήπιος έξιθι κόλπου.’
νύμφα Διός βαρύθυμε, σύ δ' ουκ άρ' έμελλες άπυστος
δήν έμεναι: τοίη σε προσέδραμεν αγγελιώτις,
είπε δ' έτ' ασθμαίνουσα, φόβω δ' ανεμίσγετο μύθος:
‘''Ηρη τιμήεσσα, πολύ προύχουσα θεάων,
σή μέν εγώ, σά δέ πάντα, σύ δέ κρείουσα κάθησαι
γνησίη Ουλύμποιο, καί ου χέρα δείδιμεν άλλην
θηλυτέρην, σύ δ', άνασσα, τόν αίτιον είσεαι οργής.
Λητώ τοι μίτρην αναλύεται ένδοθι νήσου.
άλλαι μέν πάσαί μιν απέστυγον ουδ' εδέχοντο:
'Αστερίη δ' ονομαστί παρερχομένην εκάλεσσεν,
'Αστερίη, πόντοιο κακόν σάρον: οίσθα καί αυτή.
αλλά, φίλη, δύνασαι γάρ, αμύνεο πότνια δούλους
υμετέρους, οί σείο πέδον πατέουσιν εφετμήν.’
ή καί υπό χρύσειον εδέθλιον ίζε κύων ώς,
'Αρτέμιδος ήτις τε, θοής ότε παύσεται άγρης,
ίζει θηρήτειρα παρ' ίχνεσιν, ούατα δ' αυτής
ορθά μάλ', αιέν ετοίμα θεής υποδέχθαι ομοκλήν:
τή ικέλη Θαύμαντος υπό θρόνον ίζετο κούρη.
κείνη δ' ουδέ ποτε σφετέρης επιλήθεται έδρης,
ουδ' ότε οι ληθαίον επί πτερόν ύπνος ερείσει,
αλλ' αυτού μεγάλοιο ποτί γλωχίνα θρόνοιο
τυτθόν αποκλίνασα καρήατα λέχριος εύδει.
ουδέ ποτε ζώνην αναλύεται ουδέ ταχείας
ενδρομίδας, μή οί τι καί αιφνίδιον έπος είπη
δεσπότις. η δ' αλεγεινόν αλαστήσασα προσηύδα:
‘ούτω νύν, ώ Ζηνός ονείδεα, καί γαμέοισθε
λάθρια καί τίκτοιτε κεκρυμμένα, μηδ' όθι δειλαί
δυστοκέες μογέουσιν αλετρίδες, αλλ' όθι φώκαι
εινάλιαι τίκτουσιν, ενί σπιλάδεσσιν ερήμοις.
'Αστερίη δ' ουδέν τι βαρύνομαι είνεκα τήσδε
αμπλακίης, ουδ' έστιν όπως αποθύμια ρέξω,
τόσσα δέοι (μάλα γάρ τε κακώς εχαρίσσατο Λητοί):
αλλά μιν έκπαγλόν τι σεβίζομαι, ούνεκ' εμείο
δέμνιον ουκ επάτησε, Διός δ' ανθείλετο πόντον.’
η μέν έφη: κύκνοι δέ θεού μέλποντες αοιδοί
Μηόνιον Πακτωλόν εκυκλώσαντο λιπόντες
εβδομάκις περί Δήλον, επήεισαν δέ λοχείη
Μουσάων όρνιθες, αοιδότατοι πετεηνών
(ένθεν ο παίς τοσσάσδε λύρη ενεδήσατο χορδάς
ύστερον, οσσάκι κύκνοι επ' ωδίνεσσιν άεισαν):
όγδοον ουκέτ' άεισαν, ο δ' έκθορεν, αι δ' επί μακρόν
νύμφαι Δηλιάδες, ποταμού γένος αρχαίοιο,
είπαν 'Ελειθυίης ιερόν μέλος, αυτίκα δ' αιθήρ
χάλκεος αντήχησε διαπρυσίην ολολυγήν.
ουδ' ''Ηρη νεμέσησεν, επεί χόλον εξέλετο Ζεύς.
χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δήλε,
χρυσώ δέ τροχόεσσα πανήμερος έρρεε λίμνη,
χρύσειον δ' εκόμησε γενέθλιον έρνος ελαίης,
χρυσώ δέ πλήμυρε βαθύς 'Ινωπός ελιχθείς.
αυτή δέ χρυσέοιο απ' ούδεος είλεο παίδα,
εν δ' εβάλευ κόλποισιν, έπος δ' εφθέγξαο τοίον:
‘ώ μεγάλη, πολύβωμε, πολύπτολι, πολλά φέρουσα,
πίονες ήπειροί τε καί αί περιναίετε νήσοι,
αύτη εγώ τοιήδε: δυσήροτος, αλλ' απ' εμείο
Δήλιος 'Απόλλων κεκλήσεται, ουδέ τις άλλη
γαιάων τοσσόνδε θεώ πεφιλήσεται άλλω,
ου Κερχνίς κρείοντι Ποσειδάωνι Λεχαίω,
ου πάγος `Ερμείη Κυλλήνιος, ου Διί Κρήτη,
ως εγώ 'Απόλλωνι: καί έσσομαι ουκέτι πλαγκτή.’
ώδε σύ μέν κατέλεξας: ο δέ γλυκύν έσπασε μαζόν.
τώ καί νησάων αγιωτάτη εξέτι κείνου
κλήζη, 'Απόλλωνος κουροτρόφος: ουδέ σ' 'Ενυώ
ουδ' 'Αΐδης ουδ' ίπποι επιστείβουσιν ''Αρηος:
αλλά τοι αμφιετείς δεκατηφόροι αιέν απαρχαί
πέμπονται, πάσαι δέ χορούς ανάγουσι πόληες,
αί τε πρός ηοίην αί θ' έσπερον αί τ' ανά μέσσην
κλήρους εστήσαντο, καί οί καθύπερθε βορείης
οικία θινός έχουσι, πολυχρονιώτατον αίμα.
οι μέν τοι καλάμην τε καί ιερά δράγματα πρώτοι
ασταχύων φορέουσιν: ά Δωδώνηθε Πελασγοί
τηλόθεν εκβαίνοντα πολύ πρώτιστα δέχονται,
γηλεχέες θεράποντες ασιγήτοιο λέβητος:
δεύτερον ''Ιριον άστυ καί ούρεα Μηλίδος αίης
έρχονται: κείθεν δέ διαπλώουσιν 'Αβάντων
εις αγαθόν πεδίον Ληλάντιον: ουδ' έτι μακρός
ο πλόος Ευβοίηθεν, επεί σέο γείτονες όρμοι.
πρώταί τοι τάδ' ένεικαν από ξανθών 'Αριμασπών
Ούπίς τε Λοξώ τε καί ευαίων `Εκαέργη,
θυγατέρες Βορέαο, καί άρσενες οι τότ' άριστοι
ηιθέων: ουδ' οίγε παλιμπετές οίκαδ' ίκοντο,
εύμοιροι δ' εγένοντο, καί ακλεές ούποτ' †εκείνοι.
ή τοι Δηλιάδες μέν, ότ' ευηχής υμέναιος
ήθεα κουράων μορμύσσεται, ήλικα χαίτην
παρθενικαίς, παίδες δέ θέρος τό πρώτον ιούλων
άρσενες ηιθέοισιν απαρχόμενοι φορέουσιν.
'Αστερίη θυόεσσα, σέ μέν περί τ' αμφί τε νήσοι
κύκλον εποιήσαντο καί ως χορόν αμφεβάλοντο:
ούτε σιωπηλήν ούτ' άψοφον ούλος εθείραις
''Εσπερος, αλλ' αιεί σε καταβλέπει αμφιβόητον.
οι μέν υπαείδουσι νόμον Λυκίοιο γέροντος,
όν τοι από Ξάνθοιο θεοπρόπος ήγαγεν 'Ωλήν:
αι δέ ποδί πλήσσουσι χορίτιδες ασφαλές ούδας.
δή τότε καί στεφάνοισι βαρύνεται ιρόν άγαλμα
Κύπριδος αρχαίης αριήκοον, ήν ποτε Θησεύς
είσατο, σύν παίδεσσιν ότε Κρήτηθεν ανέπλει.
οι χαλεπόν μύκημα καί άγριον υία φυγόντες
Πασιφάης καί γναμπτόν έδος σκολιού λαβυρίνθου,
πότνια, σόν περί βωμόν εγειρομένου κιθαρισμού
κύκλιον ωρχήσαντο, χορού δ' ηγήσατο Θησεύς.
ένθεν αειζώοντα θεωρίδος ιερά Φοίβω
Κεκροπίδαι πέμπουσι τοπήια νηός εκείνης.
'Αστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
έμπορος Αιγαίοιο παρήλυθε νηί θεούση;
ουχ ούτω μεγάλοι μιν επιπνείουσιν αήται,
χρειώ δ' όττι τάχιστον άγει πλόον, αλλά τά λαίφη
ωκέες εστείλαντο καί ου πάλιν αύτις έβησαν,
πρίν μέγαν ή σέο βωμόν υπό πληγήσιν ελίξαι
ρησσόμενον καί πρέμνον οδακτάσαι αγνόν ελαίης
χείρας αποστρέψαντας: ά Δηλιάς εύρετο νύμφη
παίγνια κουρίζοντι καί 'Απόλλωνι γελαστύν.
ιστίη ώ νήσων ευέστιε, χαίρε μέν αυτή,
χαίροι δ' 'Απόλλων τε καί ήν ελοχεύσαο Λητώ.

Blog Widget by LinkWithin

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου