Εμφάνιση αναρτήσεων με ετικέτα Ομηρικοί Ύμνοι. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ομηρικοί Ύμνοι. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 20 Ιανουαρίου 2012

Ομηρικοί Ύμνοι - Eις Αφροδίτην α’

μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης,
Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε
καί τ' ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων
οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,
ἠμὲν ὅσ' ἤπειρος πολλὰ τρέφει ἠδ' ὅσα πόντος:      
πᾶσιν δ' ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.

τρισσὰς δ' οὐ δύναται πεπιθεῖν φρένας οὐδ' ἀπατῆσαι:
κούρην τ' αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην:
οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,
ἀλλ' ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος      
ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ' ἀλεγύνειν.
πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.
ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
ἀγλαὰ ἔργ' ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.      
οὐδέ ποτ' Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν
δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.
καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,
φόρμιγγές τε χοροί τε διαπρύσιοί τ' ὀλολυγαὶ
ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.      
οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ' Ἀφροδίτης,
Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
αὖτις δ' ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων:
ἣ δὲ μαλ' οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν:      
ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,
ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,
παρθένος ἔσσεσθαι πάντ' ἤματα, δῖα θεάων.
τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο
καὶ τε μέσῳ οἴκῳ κατ' ἄρ' ἕζετο πῖαρ ἑλοῦσα.      
πᾶσιν δ' ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.

τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ' ἀπατῆσαι:
τῶν δ' ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ' Ἀφροδίτην
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.      
καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
ὅστε μέγιστός τ' ἐστὶ μεγίστης τ' ἔμμορε τιμῆς.
καί τε τοῦ, εὖτ' ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα
ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,
Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε,      
ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
κυδίστην δ' ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
μήτηρ τε Ῥείη: Ζεὺς δ' ἄφθιτα μήδεα εἰδὼς
αἰδοίην ἄλοχον ποιήσατο κέδν' εἰδυῖαν.

τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ      
ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
μηδ' αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,
καί ποτ' ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,
ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,      
καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.

Ἀγχίσεω δ' ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
ὃς τότ' ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.      
τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
ἠράσατ', ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
ἐς Κύπρον δ' ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,
ἐς Πάφον: ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.
ἐνθ' ἥ γ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς:      
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
ἑσσαμένη δ' εὖ πάντα περὶ χροὶ εἵματα καλὰ
χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη      
σεύατ' ἐπὶ Τροίης προλιποῦσ' εὐώδεα Κύπρον,
ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
Ἴδην δ' ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
βῆ δ' ἰθὺς σταθμοῖο δι' οὔρεος: οἳ δὲ μετ' αὐτὴν
σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,      
ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
ἤισαν: ἣ δ' ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
καὶ τοῖς ἐν στήθεσσι βάλ' ἵμερον: οἳ δ' ἅμα πάντες
σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους:
αὐτὴ δ' ἐς κλισίας εὐποιήτους ἀφίκανε:      
τὸν δ' εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ' ἄλλων
Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
οἳ δ' ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
πάντες: ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ' ἄλλων
πωλεῖτ' ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.      
στῆ δ' αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
Ἀγχίσης δ' ὁρόων ἐφράζετο θαύμαινέν τε
εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.      
πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
καλόν, χρύσειον, παμποίκιλον: ὡς δὲ σελήνη      
στήθεσιν ἀμφ' ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι:      
εἶχε δ' ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς:      
ὅρμοι δ' ἀμφ' ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.
   
Ἀγχίσην δ' ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα:      
χαῖρε, ἄνασσ', ἥ τις μακάρων τάδε δώμαθ' ἱκάνεις,
Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,
ἤ πού τις Χαρίτων δεῦρ' ἤλυθες, αἵτε θεοῖσι      
πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
ἤ τις Νυμφάων, αἵτ' ἄλσεα καλὰ νέμονται
ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι
καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
σοὶ δ' ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,      
βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
ὥρῃσιν πάσῃσι. σὺ δ' εὔφρονα θυμὸν ἔχουσα
δός με μετὰ Τρώεσσιν ἀριπρεπέ' ἔμμεναι ἄνδρα,
ποίει δ' ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ' αὐτὸν
δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,      
ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.

τὸν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη:
Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
οὔ τίς τοι θεός εἰμι: τί μ' ἀθανάτῃσιν ἐίσκεις;
ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.      
Ὀτρεὺς δ' ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,
ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
γλῶσσαν δ' ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.
Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν: ἣ δὲ διαπρὸ
σμικρὴν παῖδ' ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.      
ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
νῦν δέ μ' ἀνήρπαξε χρυσόῤῥαπις Ἀργειφόντης
ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
παίζομεν, ἀμφὶ δ' ὅμιλος ἀπείριτος ἐστεφάνωτο.      
ἔνθεν μ' ἥρπαξε χρυσόῤῥαπις Ἀργειφόντης:
πολλὰ δ' ἔπ' ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
πολλὴν δ' ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους:
οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης:      
Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
κουριδίην ἄλοχον, σοὶ δ' ἀγλαὰ τέκνα τεκεῖσθαι.
αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γ' αὖτις
ἀθανάτων μετὰ φῦλ' ἀπέβη κρατὺς Ἀργειφόντης:
αὐτὰρ ἐγώ σ' ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη.      
ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
ἐσθλῶν: οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν:
ἀδμήτην μ' ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδν' εἰδυίῃ
σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.      
οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ' εἰκυῖα.
πέμψαι δ' ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
εἰπεῖν πατρί τ' ἐμῷ καὶ μητέρι κηδομένῃ περ:
οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑφαντὴν
πέμψουσιν: σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.      
ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,
τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.

ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
Ἀγχίσην δ' ἔρος εἷλεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

εἰ μὲν θνητή τ' ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,      
Ὀτρεὺς δ' ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ' ἱκάνεις
Ἑρμέω, ἐμὴ δ' ἄλοχος κεκλήσεαι ἤματα πάντα:
οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι      
αὐτίκα νῦν: οὐδ' εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
τόξου ἀπ' ἀργυρέου προίῃ βέλεα στονόεντα.
βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,
σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.

ὣς εἰπὼν λάβε χεῖρα: φιλομμειδὴς δ' Ἀφροδίτη      
ἕρπε μεταστρεφθεῖσα κατ' ὄμματα καλὰ βαλοῦσα
ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι
χλαίνῃσιν μαλακῇς ἐστρωμένον: αὐτὰρ ὕπερθεν
ἄρκτων δέρματ' ἔκειτο βαρυφθόγγων τε λεόντων,
τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.      
οἳ δ' ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,
κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,
πόρπας τε γναμπτάς θ' ἕλικας κάλυκάς τε καὶ ὅρμους.
λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα
ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου      
Ἀγχίσης: ὃ δ' ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ
ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.

ἦμος δ' ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων:
τῆμος ἄρ' Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε      
νήδυμον, αὐτὴ δὲ χροὶ ἕννυτο εἵματα καλά.
ἑσσαμένη δ' εὖ πάντα περὶ χροὶ δῖα θεάων
ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου
κῦρε κάρη: κάλλος δὲ παρειάων ἀπέλαμπεν
ἄμβροτον, οἷόν τ' ἐστὶν ἐυστεφάνου Κυθερείης,      
ἐξ ὕπνου τ' ἀνέγειρεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

ὄρσεο, Δαρδανίδη: τί νυ νήγρετον ὕπνον ἰαύεις;
καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,
οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;

ὣς φάθ': ὃ δ' ἐξ ὕπνοιο μάλ' ἐμμαπέως ὑπάκουσεν.      
ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ' Ἀφροδίτης,
τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ:
ἂψ δ' αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:

αὐτίκα σ' ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,      
ἔγνων ὡς θεὸς ἦσθα: σὺ δ' οὐ νημερτὲς ἔειπες.
ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,
μή με ζῶντ' ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
ναίειν, ἀλλ' ἐλέαιρ': ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.      

τὸν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη:
Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην:
οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,
οὐδ' ἄλλων μακάρων: ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.      
σοὶ δ' ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει
καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες:
τῷ δὲ καὶ Αἰνείας ὄνομ' ἔσσεται, οὕνεκα μ' αἰνὸν
ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ:
ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων      
αἰεὶ ἀφ' ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.

ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς
ἥρπασε ὃν διὰ κάλλος, ἵν' ἀθανάτοισι μετείη
καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,
θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,      
χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.
Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει,
ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα:
τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα
καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,      
ἵππους ἀρσίποδας, τοί τ' ἀθανάτους φορέουσι.
τούς οἱ δῶρον ἔδωκεν ἔχειν: εἶπεν δὲ ἕκαστα
Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γ' ἔκλυεν ἀγγελιάων,      
οὐκέτ' ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
γηθόσυνος δ' ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.

ὣς δ' αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,
ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.
Βῆ δ' ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,      
ἀθάνατόν τ' εἶναι καὶ ζώειν ἤματα πάντα:
τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
νηπίη, οὐδ' ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
ἥβην αἰτῆσαι ξῦσαί τ' ἄπο γῆρας ὀλοιόν.
τὸν δ' ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,      
Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ
ναῖε παρ' Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης:
αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
τοῦ δ' ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,      
αὐτὸν δ' αὖτ' ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,
σίτῳ τ' ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
ἀλλ' ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,
οὐδέ τι κινῆσαι μελέων δύνατ' οὐδ' ἀναεῖραι,
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:      
ἐν θαλάμῳ κατέθηκε, θύρας δ' ἐπέθηκε φαεινάς.
τοῦ δ' ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς
ἔσθ', οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.

οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
ἀθάνατόν τ' εἶναι καὶ ζώειν ἤματα πάντα.      
ἀλλ' εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε
ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης,
οὐκ ἂν ἔπειτά μ' ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
νηλειές, τό τ' ἔπειτα παρίσταται ἀνθρώποισιν,      
οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.

αὐτὰρ ἐμοὶ μέγ' ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,      
τάρβεσκον: πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
τοῦτο μετ' ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,
σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
παῖδα δ' ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.      
τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε:
αἵ ῥ' οὔτε θνητοῖς οὔτ' ἀθανάτοισιν ἕπονται.
δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι      
καί τε μετ' ἀθανάτοισι καλὸν χορὸν ἐῤῥώσαντο.
τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης
μίσγοντ' ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
τῇσι δ' ἅμ' ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,      
καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
ἑστᾶσ' ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν
ἀθανάτων: τὰς δ' οὔ τι βροτοὶ κείρουσι σιδήρῳ:
ἀλλ' ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,
ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,      
φλοιὸς δ' ἀμφιπεριφθινύθει, πίπτουσι δ' ἄπ' ὄζοι,
τῶν δέ θ' ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,
ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.      
σοὶ δ' ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
γηθήσεις ὁρόων: μάλα γὰρ θεοείκελος ἔσται:
ἄξεις δ' αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.      
ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω:
φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,
αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.      
εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,
Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι νοήσας,
ἴσχεο μηδ' ὀνόμαινε, θεῶν δ' ἐποπίζεο μῆνιν.
   
ὣς εἰποῦσ' ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.

χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα:
σεῦ δ' ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

Διαβάστε περισσότερα...

Ομηρικοί Ύμνοι - Eις Αφροδίτην β’

Αρχαίο Κείμενο
αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἀφρῷ ἔνι μαλακῷ: τὴν δὲ χρυσάμπυκες Ὧραι δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν: κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν καλήν, χρυσείην: ἐν δὲ τρητοῖσι λοβοῖσιν ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος: δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. αὐτὰρ ἐπειδὴ πάντα περὶ χροὶ κόσμον ἔθηκαν, ἦγον ἐς ἀθανάτους: οἳ δ’ ἠσπάζοντο ἰδόντες χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι, εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης. χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε: δὸς δ’ ἐν ἀγῶνι νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Μετάφραση
Τη χρυσοστέφανη σεβάσμιαν όμορφη Αφροδίτη θα υμνήσω, αυτή που τα οχυρά κατέχει όλης της Κύπρου της θαλασσόβρεχτης, όπου η νοτερή ορμή του Ζέφυρου που φύσαγε στο κύμα την πήγαινε της πολυφλοίσβου θάλασσας μέσα σ’ ανάλαφρον αφρό, αυτήν που οι χρυσοστέφανες οι Ώρες την υποδέχτηκαν περίχαρα κι άφθαρτα ενδύματα της ‘βαλαν, και πάνω στο κεφάλι της το αθάνατο της έθεσαν καλόπλεχτο ωραίο στεφάνι χρυσαφένιο και στους διάτρητους λοβούς ενώτια από το πολύτιμο χρυσάφι κι από ορείχαλκο, κι ολόγυρα τον απαλό λαιμό και τ’ αργυρόλευκά της στήθη με περιδέραια ολόχρυσα στολίζανε οι Ώρες όμοια μ’ εκείνα που φορούσαν οι ίδιες όποτε πηγαίναν στων θεών το θελκτικό χορό και στου πατέρα τους τ’ ανάκτορο. Όταν λοιπόν όλον τον στολισμό της βάλαν στο κορμί την πήγαν στους αθάνατους κι εκείνοι βλέποντάς τη την ασπάζονταν, με χειραψία τη δέχτηκαν κι ευχόταν ο καθένας τους σύζυγος να του γίνει και στο σπίτι να την πάει, γιατί θαυμάζαν τη θωριά της ανθοστέφανης Κυθέρειας. Χαίρε ελικοβλέφαρη γλυκόλαλη δώσε σε τούτον τον αγώνα να οδηγηθώ στη νίκη εγώ κι ομόρφηνέ μου το άσμα. Κι εγώ θεά και μ’ άλλο μου τραγούδι θα σε μνημονεύσω.
Διαβάστε περισσότερα...

Ομηρικοί Ύμνοι - Eις Αφροδίτην γ’

Αρχαίο Κείμενο
κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος. χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα εἰναλίης τε Κύπρου: δὸς δ’ ἱμερόεσσαν ἀοιδήν. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Μετάφραση
Την Κυπρογεννημένη θα υμνήσω την Κυθέρεια που στους θνητούς δίνει μειλίχια δώρα, και το ερωτοπόθητό της πρόσωπο πάντα χαμογελάει και λάμψη ερωτική το τριγυρίζει. Χαίρε βασίλισσα της ομορφοχτισμένης Σαλαμίνος και της θάλασσας Κύπρου, δος μου το περιπόθητο άσμα. Όμως εγώ και μ’ άλλο μου τραγούδι θα σε μνημονεύσω.
Διαβάστε περισσότερα...

Ομηρικοί Ύμνοι - Εις Αθηνάν α’

Αρχαίο Κείμενο
Παλλάδ’ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ’ ἀείδειν, δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργα περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε, καί τ’ ἐῤῥύσατο λαὸν ἰόντα τε νισσόμενόν τε. χαῖρε, θεά, δὸς δ’ ἄμμι τύχην εὐδαιμονίην τε.
Μετάφραση
Την πολιούχο Αθηνά Παλλάδα αρχίζω να εξυμνώ την τρομερή, που με τον Άρη έργα πολεμικά σχεδιάζει και λεηλασίες πόλεων, πολέμους κι αλαλάγματα, και προστατεύει το στρατό κι όταν υποχωρεί κι όταν ορμάει. Χαίρε θεά, δος μου καλοτυχία κι ευδαιμονία.
Διαβάστε περισσότερα...

Ομηρικοί Ύμνοι - Εις Αθηνάν β’

Αρχαίο Κείμενο
Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν, χρύσεα, παμφανόωντα: σέβας δ’ ἔχε πάντας ὁρῶντας ἀθανάτους: ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου, σείσασ’ ὀξὺν ἄκοντα: μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος: ἀμφὶ δὲ γαῖα σμερδαλέον ἰάχησεν: ἐκινήθη δ’ ἄρα πόντος, κύμασι πορφυρέοισι κυκώμενος: ἔκχυτο δ’ ἅλμη ἐξαπίνης: στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη Παλλὰς Ἀθηναίη: γήθησε δὲ μητίετα Ζεύς. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο: αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
Μετάφραση
Την Παλλάδα Αθηνά, τη δοξασμένη θεό, να τραγουδώ αρχίζω, την γλαυκώπιδα, την πολύσοφη, αυτή που έχει άκαμπτη καρδιά, τη σεβαστή παρθένα, της πόλης την προστάτρια, την τρανή, την Τριτογενή, αυτή που γέννησε ο ίδιος ο πολύσοφος Δίας απο το σεμνό κεφάλι του, ενώ αυτή βγήκε με όπλα πολεμικά χρυσά κι ολόλαμπρα. σεβασμός κυρίεψε όλους τους αθανάτους, καθώς την έβλεπαν. εκείνη μπροστά στον Δία τον ασπιδοφόρο όρμησε βιαστικά απο το αθάνατο κεφάλι του ταρακουνώντας το οξύ κοντάρι της. κι ο μέγας Όλυμπος τρανταζόταν τρομερά απο τη δύναμη της γλαυκώπιδας. και τριγύρω η γη αντίχησε φοβερά. η θάλασσα αναταράχτησε, καθώς κύματα πορφυρά ανακατώθηκαν. το κύμα χυνόταν έξω ξαφνικά. κι ο λαμπρός γιος του Υπερίωνα σταμάτησε για ώρα πολλή τους γρηγοπόδαρους ίππους του, ωσότου η κόρη έβγαλε απο τους ώμους τους αθάνατους τα θεόμορφα όπλα, η Παλλάδα Αθηνά. και χάρηκε πολύ μες στην ψυχή του τότε ο πολύσοφος Δίας. και εσύ να έχεις χαρές, τέκνο του Δία του ασπιδοφόρου. κι εγώ πάλι θα σε μνημονεύσω και σε άλλο τραγούδι μου.
Διαβάστε περισσότερα...

Ομηρικοί Ύμνοι - Εις Απόλλωνα Δήλιον

μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα:
καί ῥά τ' ἀναίσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
πάντες ἀφ' ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
Λητὼ δ' οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,    
ἥ ῥα βιόν τ' ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
καί οἱ ἀπ' ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
πασσάλου ἐκ χρυσέου: τὸν δ' ἐς θρόνον εἷσεν ἄγουσα.
τῷ δ' ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ      
δεικνύμενος φίλον υἱόν: ἔπειτα δὲ δαίμονες ἄλλοι
ἔνθα καθίζουσιν: χαίρει δέ τε πότνια Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
χαῖρε, μάκαιρ' ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
Ἀπόλλωνά τ' ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,      
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
ἀγχοτάτω φοίνικος, ἐπ' Ἰνωποῖο ῥεέθροις.

πῶς τ' ἄρ σ' ὑμνήσω πάντως εὔυμνον ἐόντα;
πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ' ἀοιδῆς,      
ἠμὲν ἀν' ἤπειρον πορτιτρόφον ἠδ' ἀνὰ νήσους:
πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θ' ἅλαδε προρέοντες
ἀκταί τ' εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,      
κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
ὅσσους Κρήτη τ' ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν      
νῆσός τ' Αἰγίνη ναυσικλειτή τ' Εὔβοια,
Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
Θρηίκιός τ' Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
Θρηικίη τε Σάμος Ἴδης τ' ὄρεα σκιόεντα,
Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,      
Ἴμβρος τ' εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
Λέσβος τ' ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ      
καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ' αἰπεινὰ κάρηνα
Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
Νάξος τ' ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
τόσσον ἔπ' ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,      
εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
αἳ δὲ μάλ' ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα:
πρίν γ' ὅτε δή ῥ' ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ
καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα:
   
δῆλ', εἰ γάρ κ' ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,
Φοίβου Ἀπόλλωνος, θέσθαι τ' ἔνι πίονα νηόν, --
ἄλλος δ' οὔτις σεῖό ποθ' ἅψεται, οὐδέ σε λήσει:
οὐδ' εὔβων σέ γ' ἔσεσθαι ὀίομαι οὔτ' εὔμηλον,
οὐδὲ τρύγην οἴσεις οὔτ' ἂρ φυτὰ μυρία φύσεις.      
εἰ δέ κ' Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
ἄνθρωποί τοι πάντες ἀγινήσουσ' ἑκατόμβας
ἐνθάδ' ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
δημοῦ ἀναίξει βοσκήσεις θ' οἵ κέ σ' ἔχωσι
χειρὸς ἀπ' ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ' οὖδας.      
ὣς φάτο: χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα:

Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
δεξαίμην: αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
ἀνδράσιν: ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.      
ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω:
λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
τῷ ῥ' αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,      
μή, ὁπότ' ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
ἔνθ' ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
κλύσσει: ὃ δ' ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,      
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα:
πουλύποδες δ' ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
ἀλλ' εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν      
ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
[τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα]      
πάντας ἐπ' ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.

ὣς ἄρ ἔφη: Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε:
ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος      
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν:
ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
βωμὸς καὶ τέμενος, τίσει δέ σέ γ' ἔξοχα πάντων.
αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος:      
Λητὼ δ' ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
ὠδίνεσσι πέπαρτο. θεαὶ δ' ἔσαν ἔνδοθι πᾶσαι,
ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε
Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη
ἄλλαι τ' ἀθάναται νόσφιν λευκωλένου Ἥρης:      
ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο:
μούνη δ' οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια:
ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,
Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε
ζηλοσύνῃ, ὅτ' ἄρ' υἱὸν ἀμύμονά τε κρατερόν τε      
Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ' ἔμελλεν.

αἳ δ' Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,
ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν:
νόσφιν δ' ἤνωγον καλέειν λευκωλένου Ἥρης,      
νή μιν ἔπειτ' ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,
βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
αὐτὰρ ἐπεί ῥ' ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,
αὐτίκ' ἄρ' Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε      
ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
πάντα μάλ', ὡς ἐπέτελλον Ὀλύμπια δώματ' ἔχουσαι.
τῇ δ' ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι:
βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι.
εὖτ' ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,      
δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ' ἔρεισε
λειμῶνι μαλακῷ: μείδησε δὲ γαῖ' ὑπένερθεν:
ἐκ δ' ἔθορε πρὸ φόωσδε: θεαὶ δ' ὀλόλυξαν ἅπασαι.

ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ      
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ' ἐν φάρεϊ λευκῷ,
λεπτῷ, νηγατέῳ: περὶ δὲ χρύσεον στρόφον ἧκαν.

οὐδ' ἄρ' Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
ἀθανάτῃσιν χερσὶν ἐπήρξατο: χαῖρε δὲ Λητώ,      
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
οὔ σέ γ' ἔπειτ' ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
οὐδ' ἔτι δέσματ' ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
αὐτίκα δ' ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων:
     
εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
χρήσω δ' ἀνθρώποισι Διὸς νημερτέα βουλήν.

ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος: αἳ δ' ἄρα πᾶσαι
θάμβεον ἀθάναται: χρυσῷ δ' ἄρα Δῆλος ἅπασα      
[βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,
γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.]
ἤνθησ', ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.

αὐτὸς δ', ἀργυρότοξε, ἄναξ ἑκατηβόλ' Ἄπολλον,      
ἄλλοτε μέν τ' ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
ἄλλοτε δ' ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα:
πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θ' ἅλαδε προρέοντες:      
ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστ' ἐπιτέρπεαι ἦτορ,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
μνησάμενοι τέρπουσιν, ὅτ' ἄν στήσωνται ἀγῶνα.      
φαίη κ' ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,
ὃς τόθ' ὑπαντιάσει', ὅτ' Ἰάονες ἀθρόοι εἶεν:
πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
ἄνδρας τ' εἰσορόων καλλιζώνους τε γυναῖκας
νῆάς τ' ὠκείας ἠδ' αὐτῶν κτήματα πολλά.      
πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ' ὀλεῖται,
κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι:
αἵ τ' ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων' ὑμνήσωσιν,
αὖτις δ' αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν      
ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ' ἀνθρώπων.
πάντων δ' ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
μιμεῖσθ' ἴσασιν: φαίη δέ κεν αὐτὸς ἕκαστος
φθέγγεσθ': οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.

ἀλλ' ἄγεθ' ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδιξύν,      
χαίρετε δ' ὑμεῖς πᾶσαι: ἐμεῖο δὲ καὶ μετόπισθεν
μνήσασθ', ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐθάδ' ἁνείρηται ξεῖνος ταλαπείριος ἐλθών:
ὦ κοῦραι, τίς δ' ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;      
ὑμεῖς δ' εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως:
τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ
τοῦ μᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.
ἡμεῖς δ' ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπ' αἶαν
ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας:      
οἳ δ' ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.
Διαβάστε περισσότερα...

Ομηρικοί Ύμνοι - Εις Απόλλωνα Πύθιον

ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
καὶ Μίλητον* ἔχεις, ἔναλον* πόλιν ἱμερόεσσαν,       
αὐτὸς δ' αὖ Δήλοιο περικλύστοιο μέγ' ἀνάσσεις.

εἶσι+ δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
φόρμιγγι γλαφυρῇ πρὸς+ Πυθὼ πετρήεσσαν,
ἄμβροτα εἵματ' ἔχων τεθυωμένα*: τοῖο δὲ φόρμιγξ
χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει* ἱμερόεσσαν.       
ἔνθεν δὲ πρὸς Ὄλυμπον+ ἀπὸ χθονός, ὥστε+ νόημα+,
εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ' ὁμήγυριν ἄλλων.
αὐτίκα δ' ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή:
Μοῦσαι μέν θ' ἅμα* πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
ὑμνεῦσίν ῥα θεῶν δῶρ' ἄμβροτα ἠδ' ἀνθρώπων       
τλημοσύνας, ὅσ' ἔχοντες ὑπ' ἀθανάτοισι θεοῖσι
ζώουσ' ἀφραδέες* καὶ ἀμήχανοι, οὐδὲ δύνανται
εὑρέμεναι θανάτοιό τ' ἄκος καὶ γήραος ἄλκαρ:
αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
Ἁρμονίη θ' Ἥβη τε Διὸς θυγάτηρ τ' Ἀφροδίτη       
ὀρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι:
τῇσι μὲν οὔτ' αἰσχρὴ μεταμέλπεται* οὔτ' ἐλάχεια,
ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,
Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
ἐν δ' αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης       
παίζουσ': αὐτὰρ ὁ Φοῖβος Α'πόλλων ἐγκιθαρίζει
καλὰ καὶ ὕψι βιβάς*: αἴγλη δέ μιν ἀμφιφαείνει
μαρμαρυγαί* τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
οἳ δ' ἐπιτέρπονται θυμὸν μέγαν* εἰσορόωντες*
Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς       
υἷα φίλον παίζοντα μετ' ἀθανάτοισι θεοῖσι.

πῶς τ' ἄρ σ' ὑμνήσω πάντως εὔυμνον ἐόντα;
ἠέ σ' ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι*,
ὅππως μνωόμενος* ἔκιες Ἀζαντίδα* κούρην
Ἴσχυ' ἅμ' ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ;       
ἢ ἅμα Θόρβαντι Τριοπέῳ* γένος, ἢ ἅμ' Ἐρευθεῖ*;
ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
... πεζός, ὃ δ' ἵπποισιν: οὐ μὴν Τρίοπός γ' ἐνέλειπεν.
ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ' Ἄπολλον;       
Πιερίην μὲν πρῶτον ἀπ' Οὐλύμποιο κατῆλθες:
Λέκτον* τ' ἠμαθοέντα παρέστιχες ἠδ' Ἐνιῆνας
καὶ διὰ Πεῤῥαιβούς: τάχα δ' εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τ' ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
στῆς δ' ἐπὶ Ληλάντῳ πεδίῳ: τό τοι οὐχ ἅδε θυμῷ       
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
ἔνθεν δ' Εὔριπον διαβάς, ἑκατηβόλ' Ἄπολλον,
βῆς ἄν' ὄρος ζάθεον, χλωρόν: τάχα δ' ἷξες ἀπ' αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.

Θήβης δ' εἰσαφίκανες ἕδος καταειμένον ὕλη*:       
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
οὐδ' ἄρα πω τότε γ' ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ' ἔχεν ὕλη.

ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ' Ἄπολλον,
Ὀγχηστὸν δ' ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος:       
ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
ἕλκων ἅρματα καλά: χαμαὶ δ' ἐλατὴρ ἀγαθός περ
ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται*: οἳ δὲ τέως μὲν
κείν'* ὄχεα* κροτέουσι ἀνακτορίην ἀφιέντες.
εἰ δέ κεν ἅρματ' ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,       
ἵππους μὲν κομέουσι*, τὰ δὲ κλίναντες* ἐῶσιν:
ὣς γὰρ τὰ πρώτισθ' ὁσίη γένεθ': οἳ δὲ ἄνακτι
εὔχονται*, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.

ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ' Ἄπολλον:
Κηφισσὸν δ' ἄρ' ἔπειτα κιχήσαο καλλιρέεθρον,       
ὅς τε Λιλαίηθεν προχέει καλλίῤῥοον ὕδωρ.
τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον
ἔνθεν ἄρ' εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.

βῆς δ' ἐπὶ Τελφούσης*: τόθι τοι ἅδε χῶρος ἀπήμων
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα:       
στῆς δὲ μάλ' ἄγχ' αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες:

Τελφοῦσ', ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ
ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν       
ἠδ' ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι: τοῖσιν δέ κ' ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι* χρέων ἐνὶ πίονι νηῷ.

ὣς εἰπὼν διέθηκε* θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές: ἣ δὲ ἰδοῦσα       
Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον:


φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.
ἐνθάδ' ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ
ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας:       
ἀλλ' ἔκ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι,
πημανέει σ' αἰεὶ κτύπος ἵππων ὠκειάων
ἀρδόμενοί τ' οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων:
ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
ἅρματά τ' εὐποίητα καὶ ὠκυπόδων κτύπον* ἵππων       
ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλ' ἐνεόντα.
ἀλλ' εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,
ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
ἔνθ' οὔθ' ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων       
ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,
ἀλλά τοι* ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
ἀνθρώπων κλυτὰ φῦλα: σὺ δὲ φρένας+ ἀμφιγεγηθὼς
δέξαι' ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.
ὣς εἰποῦσ' Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ       
Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδ' Ἑκάτοιο.

ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ' Ἄπολλον:
ἷξες δ' ἐς Φλεγύων* ἀνδρῶν πόλιν ὑβριστάων,
οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
ἐν καλῇ βήσσῃ Κηφισίδος* ἐγγύθι λίμνης.       
ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων*
ἵκεο δ' ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,
κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν+
πέτρη+ ἐπικρέμαται+, κοίλη δ' ὑποδέδρομε βῆσσα,
τρηχεῖ': ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων       
νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον:

ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ
ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,       
ἠδ' ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι: τοῖσιν δ' ἄρ' ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.

ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές: αὐτὰρ ἐπ' αὐτοῖς       
λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ' Ἀγαμήδης,
υἱέες Ἐργίνου*, φίλοι ἀθανάτοισι θεοῖσιν*:
ἀμφὶ δὲ νηὸν ἔνασσαν* ἀθέσφατα φῦλ' ἀνθρώπων
ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί*.

ἀγχοῦ δὲ κρήνη καλλίῤῥοος, ἔνθα δράκαιναν*       
κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,
ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ
ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,
πολλὰ δὲ μῆλα ταναύποδ', ἐπεὶ πέλε πῆμα δαφοινόν.
καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης       
δεινόν τ' ἀργαλέον τε Τυφάονα*, πῆμα βροτοῖσιν:
ὅν ποτ' ἄρ' Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,
ἡνίκ' ἄρα Κρονίδης ἐρικυδέα γείνατ' Ἀθήνην
ἐν κορυφῇ: ἣ δ' αἶψα χολώσατο πότνια Ἥρη
ἠδὲ καὶ ἀγρομένοισι μετ' ἀθανάτοισιν ἔειπε: 

κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
ὡς ἔμ' ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
πρῶτος, ἐπεί μ' ἄλοχον ποιήσατο κέδν' εἰδυῖαν:
καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν:       
αὐτὰρ ὅ γ' ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον* αὐτή:
[αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή]       
ῥῖψ' ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ:
ἀλλά ἑ Νηρῆος θυγάτηρ* Θέτις ἀργυρόπεζα
δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.       
ὡς ὄφελ' ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;
πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;
οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
ἦα ῥ' ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.       
φράζεο νῦν μή τοί τι κακὸν μητίσομ' ὀπίσσω.       
καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται
παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
οὔτε σὸν αἰσχύνασ' ἱερὸν λέχος οὔτ' ἐμὸν αὐτῆς.
οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ' ἀπὸ σεῖο
τηλόθ' ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
      
ὣς εἰποῦσ' ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.
αὐτίκ' ἔπειτ' ἠρᾶτο βοῶπις πότνια Ἥρη,
χειρὶ* καταπρηνεῖ δ' ἔλασε χθόνα* καὶ φάτο μῦθον:

κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν       
Τιτῆνές τε θεοί*, τοὶ ὑπὸ χθονὶ ναιετάοντες
Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε*:
αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου:
ἀλλ' ὅ γε φέρτερος ἔστω*, ὅσον Κρόνου εὐρύοπα Ζεύς.
ὣς ἄρα φωνήσασ' ἵμασε* χθόνα χειρὶ παχείῃ:       
κινήθη δ' ἄρα Γαῖα φερέσβιος*: ἣ δὲ ἰδοῦσα*
τέρπετο* ὃν κατὰ θυμόν: ὀίετο γὰρ τελέεσθαι.
ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον* εἰς ἐνιαυτὸν
οὔτε πότ' εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
οὔτε πότ' ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ       
αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς:
ἀλλ' ἥ γ' ἐν νηοῖσι πολυλλίστοισι μένουσα
τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,       
ἣ δ' ἔτεκ' οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
δεινόν τ' ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
δῶκεν ἔπειτα φέρουσα κακῷ* κακόν: ἣ δ' ὑπέδεκτο.
ὃς κακὰ πόλλ' ἔρδεσκεν ἀγακλυτὰ φῦλ' ἀνθρώπων:       
ὃς τῇ γ' ἀντιάσειε+, φέρεσκέ+ μιν* αἴσιμον+ ἦμαρ+,
πρίν+ γέ οἱ ἰὸν+ ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων+
καρτερόν: ἣ δ' ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
κεῖτο μέγ' ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
θεσπεσίη δ' ἐνοπὴ γένετ' ἄσπετος: ἣ δὲ καθ' ὕλην        
πυκνὰ μάλ' ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε* δὲ θυμὸν
φοινὸν ἀποπνείουσ': ὃ δ' ἐπηύξατο Φοῖβος Ἀπόλλων:

ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ:
οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες       
ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας:
οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ' οὔτε Τυφωεὺς
ἀρκέσει οὔτε Χίμαιρα* δυσώνυμος, ἀλλά σέ γ' αὐτοῦ
πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων*.

ὣς φάτ' ἐπευχόμενος: τὴν δὲ σκότος ὄσσε κάλυψε.       
τὴν δ' αὐτοῦ κατέπυσ' ἱερὸν μένος* Ἠελίοιο,
ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται: οἳ δὲ ἄνακτα
Πύθιον* ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι
αὐτοῦ* πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.

καὶ τότ' ἄρ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,       
οὕνεκά μιν κρήνη καλλίῤῥοος ἐξαπάφησε:
βῆ δ' ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δ' ἵκανε:
στῆ δὲ μάλ' ἄγχ' αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε:

Τελφοῦσ', οὐκ ἄρ' ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
χῶρον ἔχουσ' ἐρατὸν προρέειν καλλίῤῥοον ὕδωρ+.       
ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.

ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα*
καὶ βωμὸν ποιήσατ' ἐν ἄλσεϊ δενδρήεντι,
ἄγχι μάλα κρήνης καλλιῤῥόου: ἔνθαδ' ἄνακτι       
πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.

καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο* Φοῖβος Απόλλων,
οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ:       
ταῦτ' ἄρα ὁρμαίνων* ἐνόησ' ἐπὶ οἴνοπι πόντῳ
νῆα θοήν: ἐν δ' ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
Κρῆτες ἀπὸ Κνωσοῦ* Μινωίου, οἵ ῥα ἄνακτι
ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
φοίβου Ἀπόλλωνος* χρυσαόρου*, ὅττι κεν εἴπῃ       
χρείων ἐκ δάφνης γυάλων ὕπο* Παρνησοῖο.
οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
ἐς Πύλον* ἠμαθόεντα Πυλοιγενέας* τ' ἀνθρώπους
ἔπλεον*: αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων:
ἐν πόντῳ δ' ἐπόρουσε δέμας δελφῖνι* ἐοικὼς       
νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε:
τῶν δ' οὔτις κατὰ θυμὸν ἐπεφράσαθ' ὥστε νοῆσαι
[ἐκβάλλειν δ' ἔθελον δελφῖν': ὁ δὲ νῆα μέλαιναν]       
πάντοσ' ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.
οἳ δ' ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες:
οὐδ' οἵ γ' ὅπλ' ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,       
οὐδ' ἔλυον λαῖφος* νηὸς κυανοπρώροιο,
ἀλλ' ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,
ὣς ἔπλεον: κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε*
νῆα θοήν: πρῶτον δὲ παρημείβοντο Μάλειαν,
πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον       
ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο*,
Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
Ἠελίοιο ἄνακτος, ἔχει δ' ἐπιτερπέα χῶρον.
οἳ μὲν ἄρ' ἔνθ' ἔθελον νῆα σχεῖν ἠδ' ἀποβάντες
φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,       
εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι* πέλωρον
ἢ εἰς οἶδμ' ἅλιον πολυί̈χθυον αὖτις ὀρούσει.
ἀλλ' οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα*
ἤι' ὁδόν*: πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων       
ῥηιδίως ἴθυν': ἣ δὲ πρήσσουσα κέλευθον
Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ' ἀνθρώπους.
βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην       
ἠδὲ παρ' Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί*.
εὖτε* Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
καί* σφιν ὑπὲκ νεφέων Ἰθάκης τ' ὄρος αἰπὺ πέφαντο
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
ἀλλ' ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν       
καὶ δὴ ἐπὶ Κρίσης* κατεφαίνετο κόλπος ἀπείρων,
ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει:
ἦλθ' ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.       
ἄψοῤῥοι δὴ ἔπειτα πρὸς ἠῶ τ' ἠέλιόν τε
ἔπλεον: ἡγεμόνευε δ' ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
ἷξον δ' ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,
ἐς λιμέν': ἣ δ' ἀμάθοισιν ἐχρίμψατο* ποντοπόρος νηῦς.

ἔνθ' ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,       
ἀστέρι εἰδόμενος μέσῳ ἤματι: τοῦ δ' ἀπὸ πολλαὶ
σπινθαρίδες πωτῶντο, σέλας δ' εἰς οὐρανὸν ἷκεν:
ἐς δ' ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων*.
ἔνθ' ἄρ' ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα:
πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας: αἳ δ' ὀλόλυξαν       
Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
Φοίβου ὑπὸ ῥιπῆς: μέγα* γὰρ δέος* ἔμβαλ'* ἑκάστῳ*.
ἔνθεν δ' αὖτ' ἐπὶ νῆα νόημ' ὣς ἆλτο* πέτεσθαι+,
ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,
πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους:       
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:

ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα;
ἤ τι κατὰ* πρῆξιν ἢ μαψιδίως ἀλάλησθε*
οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται
ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;       
τίφθ' οὕτως ἧσθον τετιηότες*, οὐδ' ἐπὶ γαῖαν
ἐκβῆτ', οὐδὲ καθ' ὅπλα μελαίνης νηὸς ἔθεσθε;
αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,
ὁππότ' ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας       
σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.

ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
τὸν καὶ ἀμειβόμενος Κρητῶν* ἀγὸς ἀντίον ηὔδα:
ξεῖν', ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,
οὐ δέμας οὐδὲ φυήν, ἀλλ' ἀθανάτοισι θεοῖσιν,       
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' εὖ εἰδῶ:
τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ' εἶναι:       
νῦν δ' ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,
νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα:
ἀλλά τις ἀθανάτων δεῦρ' ἤγαγεν οὐκ ἐθέλοντας.

τοὺς δ' ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων:
ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε       
τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ' ὑπότροποι αὖτις ἔσεσθε
ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
ἔς τε φίλας ἀλόχους: ἀλλ' ἐνθάδε πίονα νηὸν
ἕξετ' ἐμὸν πολλοῖσι τετιμένον* ἀνθρώποισιν.
εἰμὶ δ' ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ' εὔχομαι εἶναι:       
ὑμέας δ' ἤγαγον ἐνθάδ' ὑπὲρ μέγα λαῖμα θαλάσσης,
οὔ τι κακὰ φρονέων, ἀλλ' ἐνθάδε πίονα νηὸν
ἕξετ' ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
βουλάς τ' ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.       
ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα:
ἱστία+ μὲν πρῶτον+ κάθετον+ λύσαντε+ βοείας+,
νῆα δ' ἔπειτα θοὴν μὲν ἐπ' ἠπείρου ἐρύσασθε,
ἐκ δὲ κτήμαθ' ἕλεσθε καὶ ἔντεα* νηὸς ἐίσης
καὶ βωμὸν ποιήσατ' ἐπὶ ῥηγμῖνι θαλάσσης:       
πῦρ δ' ἐπικαίοντες ἐπί τ' ἄλφιτα λευκὰ θύοντες
εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ*: αὐτὰρ ὁ βωμὸς       
αὐτὸς Δελφίνιος* καὶ ἐπόψιος ἔσσεται αἰεί.
δειπνῆσαί τ' ἄρ' ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
ἔρχεσθαί θ' ἅμ' ἐμοὶ καὶ ἰηπαιήον' ἀείδειν,       
εἰς ὅ κε χῶρον ἵκησθον, ἵν' ἕξετε πίονα νηόν.

ὣς ἔφαθ': οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες:
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.       
ἐκ δ' ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ' ἐρύσαντο
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ' ἕρματα* μακρὰ τάνυσσαν:
καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης:
πῦρ δ' ἐπικαίοντες ἐπί τ' ἄλφιτα λευκὰ θύοντες
εὔχονθ', ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.       
δόρπον ἔπειθ' εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
βάν ῥ' ἴμεν: ἦρχε δ' ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
φόρμιγγ' ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,       
καλὰ καὶ ὕψι βιβάς*: οἳ δὲ ῥήσσοντες ἕποντο
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον' ἄειδον,
οἷοί τε Κρητῶν* παιήονες, οἷσί τε Μοῦσα
ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
ἄκμητοι* δὲ λόφον προσέβαν ποσίν, αἶψα δ' ἵκοντο        
Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ' ἄρ' ἔμελλον
οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι:
δεῖξε δ' ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.

τῶν δ' ὠρίνετο* θυμὸς ἐνὶ στήθεσσι φίλοισι:
τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα:  

ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
ἤγαγες: οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ:
πῶς καὶ νῦν βιόμεσθα*; τό σε φράζεσθαι ἄνωγμεν.
οὔτε τρυγηφόρος ἥδε γ' ἐπήρατος οὔτ' εὐλείμων,
ὥστ' ἀπό τ' εὖ ζώειν καὶ ἅμ' ἀνθρώποισιν ὀπάζειν.   

τοὺς δ' ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων:

νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
βούλεσθ' ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ:
ῥηίδιον ἔπος+ ὔμμ' ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
δεξιτερῇ μάλ' ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,       
σφάζειν αἰεὶ μῆλα: τὰ δ' ἄφθονα πάντα παρέσται,
ὅσσα τ' ἐμοί κ' ἀγάγωσι περικλυτὰ φῦλ' ἀνθρώπων:
νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ' ἀνθρώπων
ἐνθάδ' ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
[δείκνυσθε θνητοῖσι: σὺ δὲ φρεσὶ δέξο θέμιστα.       
εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ' ἀλογήσει]       
ἠέ τι τηύσιον ἔπος ἔσσεται ἠέ τι ἔργον       
ὕβρις θ', ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθ' ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
τῶν ὑπ' ἀναγκαίῃ δεδμήσεσθ' ἤματα πάντα.
εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.

καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ:       
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.

Διαβάστε περισσότερα...